1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

189

καθαίρειν ἡ κατὰ νόμον λατρεία. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Καὶ πάλιν περὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων φησίν· "Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." Θυσία τοίνυν ὑμᾶς οὐ καθαίρει, ἐγὼ δὲ μόνος ὁ ἀφιεὶς ἁμαρτίας δωρεᾷ τε καὶ χάριτι. "∆εδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ." Αὕτη γὰρ ἀσθενὴς πρὸς τὴν δι' ἔργων σωτηρίαν ἡ φύσις. Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ δηλοῖ καὶ ∆αβὶδ λέγων· "Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὄτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." Ἐλεῶ μὲν οὖν αὐτός. Εὖ δὲ πεπονθότας ἐθέλω μεμνῆσθαι καὶ τὸν Σωτῆρα διὰ παντὸς ἀνυμνεῖν. Ὃ δὴ καὶ δρῶσιν οἱ ἅγιοι, ὡς δηλοῖ πάλιν ὁ μέγας ∆αβὶδ, ποτὲ μὲν εἰπών· "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός·" ποτὲ δέ· "Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου·" κατὰ τό· "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις." Ὃ δὴ μὴ ποιήσας μὲν ὁ Φαρισαῖος κατεκρίθη. ∆ράσας γε μὴν ὁ τελώνης ἀπῆλθε δικαιωθείς. Τοῦτο δεῖν εἰπὼν ὁ Θεὸς ποιῆσαι, Πλὴν ἴσθι, φησὶν, ὡς ἐκ πατέρων ἔφυς ἁμαρτωλὸς, καὶ ὅσοι κατὰ καιροὺς ὑμῶν ἦρξαν, ἠνόμησαν εἰς ἐμέ Ἀντὶ δὲ τοῦ ἄρχοντες, ἑρμηνεῖς Ἀκύλας ἔφη καὶ Σύμμαχος. Τρία δὲ τίθησι τάγματα· πατέρας, καὶ ἑρμηνεῖς, καὶ ἄρχοντας, Ὧν οἱ μὲν ἦρχον, οἱ δὲ τῶν Γραφῶν ἦσαν ἐξηγηταὶ, οἱ δὲ τῷ χρόνῳ προβεβηκότες ἐτύγχανον. ∆ι' οὓς ἀπολωλέναι λέγει 2400 τὸν Ἰσραὴλ καὶ ἐμπεσεῖν εἰς ὀνειδισμὸν, ἢ εἰς βλασφημίαν, ὡς οἱ λοιποί. Καὶ καθ' ἑνὸς δὲ λάβοις ἂν σημαινομένου τὰ τρία, τοὺς ὀφείλοντας λέγων τοὺς ὑπὸ χεῖρα παιδαγωγεῖν, οἱ καὶ πλημμελοῦντες ἀσύγγνωστοι. Τὸ, Εἰς ἐμὲ δὲ ἠνόμησαν, πλείστην ἔχει τὴν ἔμφασιν. Οὐ γὰρ εἰς ἄνθρωπον ἢ φύσιν τινὰ γεννητήν. Ὁ γὰρ εἰδωλολατρῶν, τόγε ἧκον εἰς αὐτὸν, τὴν θείαν ἀπώσατο φύσιν, ἀποστερῶν τῆς προσηκούσης ὑπεροχῆς τε καὶ δόξης, ἐφ' ᾧ τὸν Ἰσραὴλ αἰτιώμενος ἔλεγεν· "Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ." Καὶ πάλιν· "Ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠνομήσατε καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." ∆ιό φησιν, Ἐμίαναν τὰ ἅγιά μου. Οὐκ ἐν μόνῃ γὰρ Ἱερουσαλὴμ, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ νεῷ τὰς τῶν δαιμονίων ἀνέθηκαν στήλας. Λέγει γὰρ περὶ τῆς Ἰουδαίων Συναγωγῆς ὁ Θεός· "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα;" τοιοῦτον δὲ πᾶν, δι' οὗ ἐτυποῦτο Θεός. Μιαίνεται δὲ καὶ ἄλλως τὰ ἅγια, τῶν εἰς Θεοῦ τιμὴν μὴ γιγνομένων ὡς δεῖ. ΚΕΦΑΛ. Μ∆ʹ. αεʹ. 9Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην. Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ κτίσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθήσῃ. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην9, κ.τ.λ. Ταῦτα πρὸς Ἰσραὴλ εἰπὼν καὶ τὸν Ἰακὼβ τὸν διαβεβλημένον, οὐκ ἐκλεκτὸν τοῦτον, οὐ παῖδα πάλιν ἐκάλεσεν, δι' ὧν πάλιν ὀνομάτων τοὺς περὶ ὧν ἐπιφέρει, καλεῖ τὸν ἐπαινετὸν τῶν ἀποστόλων ὑποσημαίνων χορόν. ∆ιό φησι, Κύριος ὁ Θεὸς ὁ ποιήσας σε. Καὶ παραθαῤῥύνας αὐτοὺς πάλιν ἐπήνεγκεν, ὅτι Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Καὶ πῶς διεσάφησε λέγων· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, τὸ λογικόν τε καὶ γόνιμον ζωτικόν τε δηλῶν ὕδωρ, τὸ διὰ τοῦ θείου χορηγούμενον Πνεύματος. ∆ι' οὗ τοὺς ἀναγεννηθέντας σπέρμα τῶν ἀποστόλων καὶ τέκνα καλεῖ, Παύλου λέγοντος· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Καὶ πάλιν· "Τέκνα οὓς πάλιν ὠδίνω." Εὐλογίας δὲ καλεῖ τὸ πολυειδὲς τῶν τοῦ Πνεύματος δωρεῶν· "Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας·" καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ." Τίνες δὲ αἱ εὐλογίαι, δηλοῖ, ὅτι ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Τὸ ζωτικὸν αὐτοῦ παριστῶν ἰτέαν