1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

227

ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου," καὶ τὰ ἑξῆς. Τὴν δὲ ἐπάνοδον αὐτῶν ἔσεσθαι μετ' εἰρήνης δηλοῖ, ἣν μεθ' ἠρεμίας καὶ σχολῆς δορυφορούμενοι κατὰ τὸ πρόσταγμα Κύρου πεποίηνται, συμμαχοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ πρὸς τὴν ἰδίαν συνάγοντος πόλιν. ιγιεʹ. 9Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτω ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου. Καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων9, κ.τ.λ. Ἀντὶ τοῦ συνήσει ὁ παῖς μου, Ἀκύλας ἐξέδωκεν· Ἐπιστημονισθήσεται δοῦλός μου. Καὶ ὁ Σύμμαχος· ∆οῦλός μου. Περὶ τούτου δὲ τοῦ παιδὸς ἢ δούλου καὶ πρότερον ἔλεγεν· "Ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ." Καὶ μετ' ὀλίγα· "Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν." Οἷς πάλιν ἐπιφέρει· "Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." Καὶ προϊὼν αὖθις· "Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην." Τὰ δὲ παρόντα τοῖς πρὸ βραχέος ἀκόλουθα, ἐν οἷς ἔλεγεν, "Ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι," καὶ τὰ ἐφεξῆς. Ἐν οἷς περὶ τῆς ἐπιδημίας αὐτοῦ, καὶ τῆς τῶν εὐαγγελιστῶν αὐτοψίας εἰπὼν, νῦν ὅπως ἐν ἀνθρώποις φανήσεται δείκνυσιν ὁ εἰπών· Αὐτὸς ὁ λαλῶν πάρειμι. Τὸ ἀνθρώπινον εἴρηται δοῦλος ὁ κατὰ φύσιν υἱὸς, δοξάζεσθαί τε διὰ τῆς ἀναστάσεως, ὑψοῦσθαί τε διὰ τῆς ἀναλήψεως. Τὰ γὰρ εὐφημότερα προειπὼν, τὰ περὶ τοῦ πάθους αὐτοῖς ἐπενήνοχεν. Καὶ τὸ συνήσει δὲ, ἤγουν ἐπιστημονισθήσεται, τοῖς ἀν 2517 θρωπίνοις μέτροις ἁρμόττει. Ἀναλαβὼν γὰρ δούλου μορφὴν, δι' ἣν καὶ λέγεται δοῦλος, πάσης αὐτὴν σοφίας ἐπλήρωσεν. Πῶς γὰρ οὐκ ἤμελλεν αὐτοεπιστήμη καὶ λόγος ὑπάρχων, καὶ ἧς ἀνείληφε σαρκὸς δι' ἄκραν ἕνωσιν ὑπάρχων ἀχώριστος; Οὐδὲν οὖν ἐν τοῖς ὑπὲρ ὑμῶν γεγονόσιν ἀσύνετον. Κατὰ γὰρ τὸν ∆αβὶδ, "Πάντα ἐν σοφίᾳ ἐποίησεν." ∆ιὸ, φασί τινες, ὑψοῦται παρ' ἡμῶν ὡς Θεὸς, καὶ δοξάζεται. Πιστεύοντες γὰρ εἰς αὐτὸν, Σωτῆρα καλοῦμεν, καὶ Λυτρωτὴν, Θεόν τε, καὶ Κύριον. Οἷς ἐπιλέγει· Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί. Ἢ, κατὰ Θεοδοτίωνα, ὃν τρόπον ἐθαύμασαν. Μέχρι γὰρ οἱ μὴ πιστεύοντες τὸ ταπεινὸν αὐτοῦ τῆς εἰς ἀνθρώπους παρόδου θαυμάζουσιν, ἀμηχανοῦντες πῶς ἄνθρωπος γεγονὼς εὐτελῆς τε καὶ ἄδοξος (ἐκάλουν γὰρ αὐτὸν Σαμαρείτην, φάγον τε, καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ ἁμαρτωλὸν), ἀνωτέρω τῶν πολεμεῖν αὐτὸν πειρωμένων καθίσταται. Οἱ δὲ πιστοὶ, καὶ τὰ ἔθνη, θαυμάζουσι προσκυνοῦντες αὐτοῦ τὴν θεότητα, τὴν οἰκονομίαν καταπληττόμενοι· ὁποῖος ἦν Ἀμβακοὺμ λέγων· "Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." βασιλεῖς δὲ, μετὰ τὰς κατ' αὐτοῦ βλασφημίας, καὶ τὸ διῶξαι τὴν Ἐκκλησίαν αὐτοῦ, μηδὲν ὀνήσαντες ἐσιώπησαν, τῆς αὐτοῦ διδασκαλίας ἡττώμενοι. Ἐπεὶ καὶ ἄλλοι ἄλλαις θεηλάτοις ἀντὶ τούτων ἠλαύνοντο μάστιξιν, διά σε μὲν ἐσίγων. Οἱ δὲ διατάγμασι τὰς Ἐκκλησίας ἀνεγείρειν ἐκέλευον, καὶ τὰ συνήθη ποιεῖν ἐν αὐταῖς· τούτους δὲ τοὺς πιστοὺς καὶ ἀπίστους ἀντιδιαιρῶν ἐπιφέρει· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· τοῖς ἐκ περιτομῆς ἀντιδιαστέλλων τοὺς ἐθνικούς. Οἱ μὲν γὰρ νόμον καὶ προφήτας εἶχον· καὶ πρώτοις ἐκήρυξεν ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα Ἰσραήλ. Οἱ δὲ τούτων ἦσαν ἀνήκοοι. Καὶ ὅμως τὴν ἐξ αὐτοῦ σωτηρίαν τεθέανται, τοῖς τῆς ψυχῆς ὄμμασιν αὐτὸν θεασάμενοι, καὶ τὴν αὐτοῦ συνέντες διδασκαλίαν, ὡς ἐκείνοις ἁρμόσαι τὴν προφητείαν τήν· "Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε." Καί· Βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τούτοις δὲ τοῦ Σωτῆρος τὸν λόγον εἰπόντος, "Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες·" περὶ ὧν τὸ συνῆκαν ὁ προφήτης φησίν. Ῥίζα γὰρ συνέσεως ἡ πίστις· "Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδ' οὐ μὴ συνῆτε." Ὃ δὴ καὶ θαῦμα τοῖς προφήταις παρεῖχε. ΚΕΦΑΛ. ΝΓʹ. αʹιβʹ. 9Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον