1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

138

οὕτως ἀναιρεθήσεται. Ἀνήσει γὰρ καὶ αὐτῷ κατὰ καιροὺς τὰ ὀφλήματα. Καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Εἰ γὰρ ἀπῄτει πρὸς ἀξίαν τὴν δίκην, οὐκ ἂν ἔργῳ προῆλθε τὸ ῥηθὲν Ἀβραὰμ, "Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε," τοσαῦτα πεπλημμεληκότων τῶν ἐξ αὐτοῦ. Πότε δὲ, φησὶν, ἔσῃ τῶν πλημμελημάτων ἐλεύθερος; ὅτε οἱ διὰ πίστεως κεκλημένοι τῆς ἀρχαίας καταστρατεύσωνται πλάνης, πᾶν αὐτῆς ἐξαλείφοντες λείψανον, συμφώνως τοῖς 2241 ἀποστολικοῖς· ὅτ' ἂν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Κατοικούμενον δὲ ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ, ὡς πάλαι ποιήσεσιν ἀγαθοῖς πληθυνόμενον. Ὃ καταλειφθὲν οἱ νοητοὶ κατανεμεθήσονται θῆρες, μηδενὸς ἔτι τὰς πονηρὰς ἀποσοβοῦντος δυνάμεις. Ἀλλ' οὐδὲ Ῥωμαῖοι δηλοῦντες ἀπεῖπον πρινὴ καὶ τῶν σμικροτάτων ἀπέδειξαν ἔρημον. Τινὲς δὲ βόσκημα τὴν ἐκ τῶν πολεμίων φορολογίαν σημαίνειν φασίν. Ὡς γὰρ εὐλογίαν παυομένοις τῆς εἰδωλολατρείας ἐπήγγελται, οὕτως ἐρημίαν μετὰ δουλείας τοῖς ἀπομείνασιν. ιαιγʹ. 9Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν· διὰ τοῦτο οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτοὺς, οὐδὲ πλάσας αὐτοὺς, οὐ μὴ ἐλεήσει. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκούρων9, κ.τ.λ. Τὴν παντελῆ τῶν ἐκ περιτομῆς ἐρημίαν εἰπὼν, ὡς ἀνδρῶν οὐχ εὑρισκομένων ἐν αὐτοῖς σωτηρίας ἀξίων, ἀνακαλεῖται γυναῖκας τῶν παραδόξων ἔργων εἰς μαρτυρίαν, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν, καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν. Κατὰ δὲ τὸν Σύμμαχον· Γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. Τίνες δὲ αὗται, μανθάνωμεν. Φησίν· "Ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ," ὧν ἐπάγει τὰ ὀνόματα. Λουκᾶς δὲ, "Κατακολουθοῦσαι γυναῖκές τινες, αἵ τινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Αἵτινες μαθοῦσαι τὰ περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος, ὑπέστρεψαν ἀπὸ τοῦ μνημείου εὐαγγελιζόμεναι πάντα τοῖς ἀποστόλοις." Ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν, τῷ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καί τοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον Πνεῦμα καλεῖ. Τοὺς γὰρ ἀποστόλους διέβαλλον, ὡς νυκτὸς κλέψαντας τοῦ Σωτῆρος τὸ σῶμα. ∆ιὸ τὰς ἀνυπόπτους καλεῖ τῶν ἀνοήτων εἰς ἔλεγχον. Μόνοι γὰρ ἀπειθοῦσι, πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ὁρῶντες, τὴν ἔνθεον ἀρετὴν τοῦ εὐαγγελικοῦ μὴ συνορῶντες κηρύγματος. Γυναῖκες δὲ πρῶται πιστεύονται τὴν ἀνάστασιν, ἐπεὶ καὶ γυνὴ πρώτη τοῦ ὄφεως τὴν ἀπάτην ἐδέξατο. ∆ιὰ τῆς οὖν ἀποστολῆς τῶν δεινῶν ἐγκλημάτων ἀποκρούονται τὴν αἰτίαν. Εἴρηται γὰρ πρὸς αὐτὰς τὸ χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ, "Ἐν λύπαις τέξῃ τέκνα," πρὸς Εὔαν εἰπόντος. Ὡς ἀνοήτους δὲ τοὺς Ἰουδαίους οὐκ ἐλεήσειν φησίν. Ἐν δὲ τῷ καιρῷ λέγει 2244 τῷ δηλουμένῳ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ὅπερ πατάξει ἑρμήνευσαν οἱ λοιποὶ, δηλοῦντες πατάξειν Κύριον τοὺς ἀπίστους ἐκείνους, καὶ τὸν λαὸν τὸν ἀσύνετον. Εἶτα τόπον ἀφορίζει ἀπὸ τοῦ ῥείθρου ποταμοῦ ἕως τοῦ χειμάῤῥου Αἰγύπτου, κατὰ Σύμμαχον, ᾧπερ ἰσοδυναμοῦσι καὶ οἱ λοιποὶ περιορίζοντος τοῦ λόγου τὸν κατ' Ἰουδαίων ὑπὸ Ῥωμαίων γενησόμενον πόλεμον, ἀπὸ ποταμοῦ τάχα τοῦ Ἰορδάνου μέχρι τοῦ χειμάῤῥου Ῥεινοκορούρων, ἥπερ ἐστὶν Αἰγύπτου μεθόριον. Ἀλλὰ τούτους μὲν, φησὶ, ῥαβδίσει Κύριος αὐτὸς, ἐπάγων αὐτοῖς τὴν μάστιγα τὴν ἐπιστρεπτικὴν, τὸ τῶν πολεμίων στρατόπεδον. ∆ιὸ καὶ ἄνω ἔλεγεν· "Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τῆς ὀργῆς, καὶ τοῦ θυμοῦ ἐν ταῖς χερσὶν αὐτῶν." Τινὲς δὲ φασὶν, ὡς Ἰουδαίας ὅροι Εὐφράτης καὶ Ῥεινοκόρουρα. Τὸ δὲ συμφράξει, ἀντὶ τοῦ πολιορκήσει, καὶ θλίψει. Ἡ γὰρ σύμφραξις, συγκλεισμός ἐστιν ἀφύκτων κακῶν. Ἀλλὰ καὶ συγκέκλεισται τῶν Ἰουδαίων ὁ νοῦς οὐ προσιεμένων τῆς ἀληθείας τὸ φῶς.