φανῆναι· εἰ δὲ μή, τἀναντία, μυρία δεινὰ καὶ ἀπώλειαν σύντομον. τῆς οὖν νυκτὸς ἐπιστάσης ἀπῄει ὁ βασιλεὺς μετὰ Κασσιτηρᾶ πρὸς τὸν μοναχόν, καὶ εὐθὺς παραυτὰ ἀπορραπίζεται ὡς προεγνωκότος τὸ αὐτοῦ πρόσχημα, οὕτω λέγων, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει βασιλέα σε ὄντα οὑτωσὶ ὑποκρίνεσθαι. δι' ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς εὐπειθὴς τούτῳ καθίσταται πρὸς τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν· καὶ παρευθὺ τὸν ἐν αὐτῷ κατὰ τῆς εὐσεβείας ἰὸν ἐξεμέσας καὶ μανεὶς ἤρξατο τῆς αἱρέσεως. 4. Συμμύστας ἐπιζητήσας εὑρίσκει Ἰωάννην τὸν λεγόμενον γραμματικόν, ἄλλον Ἰαννὴν μᾶλλον ἢ Σίμωνα, ὃς καὶ Ὑλζιλὰς ὠνομάζετο, ὅπερ Ἑβραϊστὶ ἑρμηνεύεται πρόδρομος καὶ συνεργὸς τοῦ διαβόλου· ἦν δὲ υἱὸς Παγκρατίου σκιαστοῦ, καὶ ἐκ παιδόθε δαίμονα εἶχε, διαβεβόητο δὲ ἐπί τε λεκανομαντείαις καὶ αἰσχρουργίαις. εὗρε καὶ Κωνσταντῖνον πρεσβύτερον τζαγγαρίου, ὃς καὶ νομικὸς εἰς τὰ Φορακίου γέγονε, διὰ δὲ ἐγκλήματα φυγόντα καὶ γενόμενον μοναχὸν μετονομασθέντα Ἀντώνιον, μυθολόγον καὶ γελοιαστὴν καὶ αἰσχρῶς βιοῦντα· ὃς καὶ ἡγούμενος εἰς τὴν μονὴν τὰ Μητροπολιτῶν γενόμενος καὶ τοὺς ὑπ' αὐτὸν ταῦτα ἐξεπαίδευσεν, ὕστερον δὲ κατὰ παραχώρησιν θεοῦ καὶ ἐπίσκοπος Συλαίου γέγονεν. εὗρε δὲ καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτῷ. ἐν τῷ ἀνα 607 μεταξὺ ἀστὴρ κομήτης ἐφάνη ἐν σχήματι δύο λαμπρῶν δίσκων σεληναίων, ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυποῦσθαι, οἷος καὶ ἐπὶ Μιχαὴλ βασιλέως τοῦ Κουροπαλάτου ἐφάνη· ὅνπερ τινὲς ἑρμηνεύσαντες ἔφασαν τὴν ἀκέφαλον εἶναι κεφαλήν, προδηλοῦντα τὸν μέλλοντα ἀνταρσίαις ἐπιθήσεσθαι μετὰ ταῦτα Θωμᾶν καὶ τοὺς μετ' αὐτοῦ στασιαστάς. καὶ μέντοι καὶ σεισμοὶ φοβεροὶ καὶ λοιμοὶ καὶ αὐχμοὶ καὶ φλογώσεις γεγόνασιν ἐπὶ τῶν ἡμερῶν τοῦ θεοστυγοῦς. 5. Τῷ αὐτῷ ἔτει προσκαλεῖ Νικηφόρον ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους ἐνώπιον τῆς συγκλήτου, καὶ φησίν "ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας." πρὸς ὃν πρῶτος ὁ ἐν ἁγίοις Νικηφόρος φησί "τιμητέαι, ὦ βασιλεῦ, αἱ ἱεραὶ τῶν ἁγίων εἰκόνες εἰσὶν ὡς ἐξ ἀρχῆς θείῳ νεύματι φανεῖσαι. καὶ γὰρ ἡ ἁγία ὀθόνη ἥν ποτε λαβὼν ὁ Χριστὸς ἐπέθετο ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ εἶδος αὐτοῦ ἀχειροποιήτως ἐγένετο, τιμητέα καὶ σεβάσμιός ἐστιν. ἔπειτα αἱ τῶν ἁγίων ἀποστόλων ἰδιόχειροι εἰκόνες τοῦ τε αὐτοῦ Χριστοῦ καὶ τῆς τοῦτον τεκούσης, ἥ τε ἐν Ῥώμῃ μέχρι τοῦ νῦν τηρουμένη τῆς μεταμορφώσεως, καὶ ἀνεφάνη ὁ Χριστὸς μετὰ Μωσέως καὶ Ἠλία ἐν Θαβώρ· ἥτις προτροπῇ Πέτρου τοῦ κορυφαίου γέγονεν. ἀλλὰ μὴν καὶ ἐν τῇ Λύδδᾳ πόλει τῆς Ἑῴας τὸ γενόμενον. σε 608 βάσμιος γὰρ ναὸς ἀρχαῖος ἔστιν εἰς ὄνομα τῆς θεοτόκου ὑπὸ πιστῶν ἀνεγηγερμένος, ἐν ᾧ ἱστόρηται τὸ εἶδος τῆς θεοτόκου· ὃν ἀντιποιούμενοι ὡς οἰκεῖον οἱ Ἰουδαῖοι, ἡ θεομήτωρ ἀκούσασα ἐν Ἱερουσαλὴμ οὕτως εἶπεν, κεκλείσθω ὁ ναὸς καὶ εἰσίτω μηδείς, καὶ τῇ μʹ ἡμέρᾳ ἀνοιγέσθω· καὶ εἰ μὲν οὐδὲν ὀφθῇ σημεῖον ἐν αὐτῷ, ἔστω τῶν Ἰουδαίων ὁ ναός. μετὰ γοῦν τὴν προθεσμίαν ἀνοίξαντες ὁρῶσι τὸ εἶδος τῆς θεοτόκου τὸν Χριστὸν ὡς βρέφος ταῖς χερσὶ περιεχούσης, θαυμαστὸν ἅμα καὶ αἰδεσιμώτατον καὶ θεοπρεπέστατον εἶδος καὶ κάλλος, ἐν πλαξὶ διαυγέσι, καὶ ἐμφανὲς θεωρούμενον καὶ ὅλον δι' ὅλου εἰς βάθος κεχωρηκός· ὅπερ ἰδόντες Ἰουδαῖοι ἔφυγον. μετὰ ταῦτα πολλοὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἀποξέσαι τοῦτο πειραθέντες ἠστόχησαν· μένει δὲ ὡσαύτως ἄχρι τοῦ νῦν ἡ ἀχειροποίητος ἐπὶ τῆς πλακὸς μορφὴ εἰς δόξαν θεοῦ. πρὸς τούτοις καὶ ἡ τῆς αἱμόρρους εἰκών, διὰ τῆς βοτάνης πᾶν πάθος ἰωμένη ἐν Πανεάδι καὶ πάσῃ τῇ γῇ." 6. Μετὰ τοῦτον ὁ ἱερὸς Εὐθύμιος μητροπολίτης Σάρδεων παρρησιασάμενος ἀπεστόμισε τὸν ἀλιτήριον. Θεόδωρος δὲ ὁ τῶν Στουδίου ἡγούμενος ἔφη "μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν· σοὶ μὲν γὰρ ἡ τῆς πολιτείας κατάστασις καὶ ἡ τοῦ στρατοπέδου ἐπιστεύθη τούτων φροντίζειν, τὴν δὲ ἐκκλησίαν ἄφες." ὁ δὲ τύραννος ὑπερζέσας τῷ θυμῷ πάντας μεθ' ὕβρεων ἀπήλασεν, καὶ τὸν μὲν