τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν τοῦ στρατοῦ ἐπισιτισμὸν παντοίων τροφῶν αὐτοῖς ἀπέστειλεν. κατὰ δὲ τὸν Μάρτιον μῆνα πολεμοῦ κροτηθέντος σφοδροῦ καὶ καρτερᾶς μάχης γενομένης παρέλαβον οἱ Ῥωμαῖοι τὸ κάστρον. 3. Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ βʹ ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐπράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δʹ, ἡ δὲ κριθὴ μόδιοι ʹ. οὐ πολὺς οὖν χρόνος παρῆλθε, καὶ εὐθὺς γέγονεν ὁ σῖτος μόδιοι ηʹ, ἡ δὲ κριθὴ μόδιοι ιβʹ. 4. Τῷ δὲ Μαρτίῳ μηνὶ κατηγορήθη Βασίλειος ὁ Πετεινὸς ὑπό τινων ὡς τῆς βασιλείας ἐφιέμενος· ὅστις ἐν ἐξορίᾳ παρεπέμφθη, ἐν ᾗ καὶ τελευτᾷ. ὁ δὲ βασιλεὺς μαθὼν τὴν τῆς Κρήτης ἅλωσιν ἐδόξασε τὸν θεόν. μετ' οὐ πολὺ δὲ καὶ ὁ δομέστικος τῶν σχολῶν Νικηφόρος κελεύσει τοῦ βασιλέως πρὸς τὴν πόλιν εἰσῆλθεν, καὶ μετὰ τῶν λαφύρων καὶ τῆς αἰχμαλωσίας ἦλθε πεζῇ ἀπὸ τοῦ οἴκου αὐτοῦ εἰς τὸ ἱπποδρόμιον, ἅμα τῷ ἀμηρᾷ Κρήτης τοῦ λεγομένου Κουροπαλάτου καὶ πάντων τῶν συγγενῶν αὐτοῦ, στολὰς 760 λευκὰς περιβεβλημένων πάντων τῶν Σαρακηνῶν. καὶ ὁ μὲν μάγιστρος τιμῶν καὶ γερῶν μεγάλων ἠξιώθη παρὰ τοῦ αὐτοκράτορος, ὁ ἀμηρᾶς δὲ πλεῖστα δῶρα καὶ χρυσὸν καὶ ἄργυρον παρὰ τοῦ βασιλέως λαβὼν σὺν τοῖς τέκνοις αὐτοῦ εἰς χωρία οἰκεῖν συνεχωρήθη. εἰς δὲ τὴν σύγκλητον οὐκ ἀνεβιβάσθη διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς βαπτισθῆναι. ὁ δὲ βασιλεὺς Ῥωμανὸς Νικηφόρον τὸν μάγιστρον αὖθις κατὰ τὴν ἑῴαν ἐξαπέστειλεν κατὰ τοῦ ἀλαζόνος Χαμβδᾶ. ὁ δὲ ἀπελθὼν πρῶτον μὲν τὸν Χέλεπε κάστρον παρέλαβε, ἐξ οὗ καὶ λαφύρων πολλὴ γίνεται συναγωγή.