Chronographia (partim edita e cod. Paris. gr. 1712)

 φανῆναι· εἰ δὲ μή, τἀναντία, μυρία δεινὰ καὶ ἀπώλειαν σύντομον. τῆς οὖν νυκτὸς ἐπιστάσης ἀπῄει ὁ βασιλεὺς μετὰ Κασσιτηρᾶ πρὸς τὸν μοναχόν, καὶ εὐθὺς π

 πατριάρχην Νικηφόρον ἐξώρισε καὶ τὸν 609 Θεόδωρον· ὅτε καὶ λέγεται ὅτι τοῦ πατριάρχου Νικηφόρου ἐν ἐξορίᾳ παραπεμπομένου, πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν

 ἔλαττον· τοῦ γὰρ ἀοιδίμου Ταρασίου τοῦ πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος, ἤκουσε τοῦτον Μιχαήλ τινα ἐξ ὀνόματος καλέσαι, καὶ ἐπιπηδή 612 σαντα ἐπ

 ἀνατολάς, κατέκαυσαν τὰ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥιγίου. καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν παράξενον. ο

 ἐστράτευσεν λαὸν πολὺν συναθροίσας καὶ τοὺς Ἀβάρεις καὶ πάσας τὰς Σκλαβινίας· πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα

 Τραυλὸς καὶ εἰκονομάχος ἔτη ηʹ μῆνας θʹ. οὗτος Εὐφροσύνην τὴν θυγατέρα Κωνσταντίνου τοῦ τυφλωθέντος, τὸν μονήρη βίον προσηκαμένην, εἰς γαμετὴν ἠγάγετο

 σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν συγκεχωρημένων· οἳ μέχρι τοῦ νῦν ὑπολόγιοι κέκληνται. καὶ δὴ ἂν ὑπὸ Ἀγαρηνῶν κατεκράτηντο αἱ νῆσοι, εἰ μὴ Μιχαὴλ ὁ

 ἐποιήσατο τρόπῳ τοιῷδε. τοῖς Πέρσαις ἔθος ἦν ἐκ σειρᾶς βασιλικῆς ὑπέχειν ἀνάρρησιν· ὅθεν τοῖς ἀλλεπαλλήλοις πολέμοις τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης,

 πολλὰ εἶναι αὐτῇ κατὰ τὸ κιβώτιον, καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τῷ προσώπῳ ἡμῶν ἐπιτίθησι μετὰ 629 τὰ φιλήματα. ταῦτα τὸν βασιλέα εἰς μανίαν ἦγεν· μηδὲν

 αὐτὸν σέβειν καὶ τιμᾶν τὰς ἁγίας εἰκόνας καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ' οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγενομένου καὶ τοῦ πατριάρχου α

 σχολῶν ἐποίησε, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. 11. Τῷ ζʹ αὐτοῦ ἔτει ἐξέρχεται ὁ βασιλεὺς μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ

 Ὀξυάρτου ἀδελφοῦ ∆αρείου, ἥτις συνοικήσασα ∆ιονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ' ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι. καὶ ταύτην παραλαβὼν

 κατέφαγον. 20. Ὁ δὲ τοῦ φιλοσόφου Λέοντος μαθητής, ὁ καὶ μηνυτὴς τῆς προδοσίας, ἠρωτήθη παρὰ τοῦ ἀμερμουμνῆ περὶ τῆς ἐπιστήμης αὐτοῦ καὶ εἶπεν μαθητὴς

 Θεόδωρος, οὗ τὸ λείψανον ἐν τῇ Χαλκηδόνι μονῇ τοῦ Μιχαηλίτζη αὐτὸς ὁ κτίσας Μιχαὴλ ὕστερον ἀπεκόμισεν. ὁ δὲ ἀοίδιμος Θεοφάνης μέχρι Μιχαὴλ καὶ Θεοδώρα

 ἐδεήθησαν. ἐκνεύσας οὖν καὶ τὸν οἶκον θεασάμενος καὶ ἀρεσθεὶς μετοικίζει μὲν τὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πε

 ἐκκλησίας ἀπελαύνεται ὁ ἀλιτήριος καὶ κατά τινα μονὴν ἐν τῷ Κλειδίῳ περιορίζεται. ἐν ᾗ ἁγίων εἰκόνας ξέσας, τοῦτον ἡ βασίλισσα μάστιξι διακοσίαις παιδ

 τῆς θείας μυσταγωγίας τελεσθείσης ἁγνῶς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων μετὰ καὶ τοῦ ἀρχιερέως αὐτῶν, ὃς ἦν ὁ προει

 καὶ πολλῶν ἀναιρεθέντων πλείους οἱ κρατηθέντες ἦσαν. Θεόκτιστος δὲ πρὸς τὴν βασίλισσαν ἐλθὼν πάλιν τῆς αὐτῆς οἰκειότητος εἴχετο, καὶ τῷ τῆς Αὐγούστης

 καὶ εἰς τὸ παλάτιον ἔρχεσθαι. οἰκειωσάμενος δὲ καὶ τὸν πρωτοσπαθάριον Θεοφάνην τὸν Φαλγάνην καὶ ἄλλους τινὰς ἀποκτείνει τὸν Θεόκτιστον ἐν τῷ παλατίῳ,

 τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν, καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φ

 ἐπεσφραγίζετο, ἐν γέλωτι ὁ μετὰ ἀφρόνων ὁ ἄφρων τὴν φωνὴν αὐτοῦ ἀνυψῶν, ἐπιγελῶν τοῦ ἀοιδίμου Ἰγνατίου ὡς μὴ ὄντος τοῖς πράγμασι συγκαταβατικοῦ καὶ οἷ

 καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄλλων πολλῶν οἱ στρατηγοὶ εἰς τὴν πόλιν εἰσάγουσιν. ἐκ τούτου γίνεται γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ. καὶ ἄλλων μὲν οἱ πόνοι κα

 ὃν ὁ Σέργιος καὶ εἰ τοιοῦτος ἔσεσθαι μέλλει, μετὰ τῆς μητρὸς αὐτὸν ἀνελῶ. πρὸς ὃν ὁ ἅγιος οὐ δυνήσῃ τὴν συγχώρησιν τοῦ θεοῦ διακωλῦσαι. πρόσεχε οὖν

 πρὸς τὸν εὐλαβῆ καὶ διορατικὸν τοῦτον μοναχὸν εἶπον ὅτι καὶ ἡμεῖς λειτουργοῦντες μετ' αὐτοῦ οὐδέποτε ἠκούσαμεν αὐτοῦ εὐχὴν λαλοῦντος ἀλλὰ τῶν θύραθεν

 προελεύσει διερχομένου, καθεζόμενος ὁ πατρίκιος ∆αμιανὸς ἐν τῷ ὡρολογίῳ, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. ὁ δὲ θυμωθεὶς τῷ βασιλεῖ κλ

 μένων αὐτῷ δύο χρυσενδύτων ὡσεὶ πραιποσίτοις μάχαιραν ἐπιδίδωσι, καί φησιν τάχει ἐκνεύσας τὸν μὲν βασιλέα τῷ δεξιῷ ἀφώρισεν, τὸν δὲ θεόργιστον Καίσαρα

 Μάμαντα, φέρουσιν τὸν Πηγάνην μετὰ θυμιάματος ὀστρακίνου καπνίζοντα θέαφον, καὶ ἀπαντᾷ καὶ θυμιᾷ τὸν Συμβάτιον. ἀποτυφλοῦται δὲ καὶ αὐτὸς τὸν ἕνα 681

 ὑπασπιστῶν προσέταξεν ὁ βασιλεὺς τὴν λόγχην κατὰ τοῦ Βασιλείου ῥῖψαι. κατὰ δὲ τὸν καιρὸν τοῦ δείπνου, οὐ μόνον τοῦ νῦν ἀλλὰ καὶ τῶν ἄλλων, ἀφ' οὗ τῷ ο

 κατηφής, καὶ ὡς ἄν τις εἰκάσῃ, τῶν ἑαυτοῦ συλλογιζόμενος. ὥρμητο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Μακεδονίας, ἥτις πρότερον μὲν Ὀρεστιὰς ἐκαλεῖτο ἐξ Ὀρέστου

 χώραν καὶ πράγματα ἀναμαθών, καὶ καταγραψάμενος τὸ βιβλίον, καὶ τούτου ἐπιτηδεύμασι παλαιότατον ποιήσας, τῇ βασιλικῇ βιβλιοθήκῃ, ὡς εἴρηται, κατατίθετ

 τελευτᾷ δὲ Κωνσταντῖνος υἱὸς Μιχαὴλ ὁ ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ θρηνήσας ἀπέθετο ἐν τοῖς τάφοις τῶν βασιλέων. 16. Τῷ ιδʹ αὐτο

 οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατάσχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ' εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, πρὸς Φραγ

 δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαι

 Σανταβαρηνὸν τύψαντες ἐξώρισαν ἐν Ἀθήναις. εἶτα ἀποστείλας ἐξόπισθεν ὁ βασιλεὺς ἐτύφλωσεν αὐτὸν καὶ ἐν τῇ ἀνατολῇ ἐξώρισεν. μετὰ πολλοὺς δὲ χρόνους πα

 ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπέθετο. τούτῳ τῷ καιρῷ παραδίδοται Ταυρομένιον τοῖς Ἀγαρηνοῖς. 10. Τῷ ιεʹ ἔτει παρελήφθη ἡ νῆσος Λῆμνος

 διαδραμόντες ἀπηχήματα τῶν χρησαμένων ἐξ ὑποθήκης ἢ θεοκλυτίας τινὸς καὶ ὑπερσχόντων αὐτούς, ἐπικέκληνται. ∆ρομῖται δὲ ἀπὸ τοῦ ὀξέως τρέχειν αὐτοῖς πρ

 Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξῆλθεν. προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην κεφαλὴν πάντων τῶν πλωΐμων. γράφει δὲ καὶ Ἀνδρονίκῳ τῷ ∆ουκὶ συνελθεῖν

 εἰσερχόμενος δὲ ὁ Πανταλέων μητροπολίτης πρὸς τὸν βασιλέα, ἠρώτησεν αὐτὸν Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ὁ δὲ ἔφη εἰς σέ· καὶ ἐὰν διέλθῃ Ἰουνίου

 ἀποστείλας εὐθὺς ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν καὶ ἐνεθρόνισεν αὐτόν, καταγα 716 γὼν Εὐθύμιον, ὃν καὶ εἰς τοῦ Ἀγαθοῦ ἐξορίσας μετ' ὀλίγας ἡμέρας εἰς Μα

 βασιλεύουσαν, ἱκανῶν ὄν 719 των, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτ

 κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι πάλιν αὐτήν. καὶ περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμε

 κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι. εἰς μάχας δὲ ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμ

 ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύσασθαι. ὡσαύτως καὶ γραφὴν ἐκελεύσθη γράψαι Κωνσταντῖνος παρακοιμώμενος, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ ἐν ὑποταγῇ εἶνα

 τυραννικῶς κατεξανιστάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ'

 καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ, καὶ σφοδροτάτως ἐπελασάντων κατ' αὐτῶν εὐθὺς φεύγει ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τ

 μέσον γενέσθαι, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἐπὶ τούτοις ἀποστείλας Συμεὼν τὸν ἐν τῇ Πηγῇ τῆς ὑπεραγίας θεοτόκου ναόν, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδ

 οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι

 τελευτήσαντος δὲ Ἀπολάσαθ ἀνδρὸς φρονίμου καὶ συνετοῦ διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατοικοῦντες. ἐκστρατεύσαντες οὖν κατ' αὐτῶν ὅ τε ∆οὺξ τῶν

 πατρὸς αὐτοῦ. κατήγαγον δὲ καὶ τὸν πατριάρχην Τρύφωνα τὸν ῥητὸν χρό 745 νον τελέσαντα, καὶ ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ. χηρεύει δὲ ἡ ἐκκλησία χρόνον αʹ μῆ

 περισωθέντων καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντων ἀκτῇ, νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νίκης μεγάλης ὑποστρέψας ἐντίμως καὶ μεγαλοπρεπῶς πα

 πρόσωπον μόνον, ὁ δὲ γαμβρὸς Κωνσταντῖνος ἔλεγεν βλέπειν ὀφθαλμοὺς καὶ ὦτα. πρὸς οὓς καὶ εἶπεν ὁ ἀοίδιμος Σέργιος καλῶς ἀμφότεροι εἴδετε. οἱ δὲ ἀντέ

 ὁμιλίαι κακαί. τῶν ὁμαιμόνων τί γίνεται; ἑστιάσας αὐτοὺς καὶ φιλοφρονήσας, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν ἀνήρπασαν τούτους οἱ πρὸς τοῦτο ε

 αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευκὸς τὴν χροιάν

 τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν

καὶ πολλῶν ἀναιρεθέντων πλείους οἱ κρατηθέντες ἦσαν. Θεόκτιστος δὲ πρὸς τὴν βασίλισσαν ἐλθὼν πάλιν τῆς αὐτῆς οἰκειότητος εἴχετο, καὶ τῷ τῆς Αὐγούστης Θεοδώρας ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν τὴν ἧτταν τούτῳ προσῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραινέσει τούτου καὶ τῇ συμβουλῇ τὸ Ῥωμαϊκὸν ἐτρώθη στρατόπεδον. 655 9. Τῷ ζʹ ἔτει τοῦ βασιλέως Μιχαὴλ ἀνδρυνθέντος καὶ τοῖς κυνηγίοις καὶ ἀκαθαρσίαις σχολάζοντος, ἐπεὶ ἔγνω Θεοδώρα συμφιλιωθῆναι αὐτὸν Εὐδοκίαν τὴν τοῦ Ἴγγηρος, μισουμένην δι' ἀναίδειαν τῇ Αὐγούστῃ καὶ τῷ λογοθέτῃ, ζεύγνυσιν αὐτῷ Εὐδοκίαν τὴν τοῦ ∆εκαπολίτου, καὶ στεφανοῦνται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου τῷ εἰς τὴν ∆άφνην. 10. Τῷ ιʹ αὐτοῦ ἔτει ὁ τῶν βουκελλαρίων στρατηγὸς ἤγαγε τῷ βασιλεῖ ἵππον θαυμαστὸν καὶ γενναῖον, σκληρότατον δὲ πάνυ, ὡς μὴ δύνασθαί τινα ἰδεῖν κἂν ἀπὸ τῶν ὀδόντων τὸν χρόνον αὐτοῦ. ἀχθομένου οὖν ἐπὶ τούτου τοῦ βασιλέως, παρὼν Θεοφιλίτζης ἐκεῖνος ὁ τῶν νουμέρων τότε καὶ τοῦ τείχους κόμης ὢν εἶπεν τῷ βασιλεῖ "ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρεῖον εἰς τοὺς ἵππους, οἷον ἀγαπᾷ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον." τοῦ δὲ βασιλέως κελεύσαντος παρευθὺ ἤχθη, καὶ τῇ μὲν μιᾷ χειρὶ τὸν χαλινὸν τοῦ ἵππου κρατήσας, τῇ δὲ ἑτέρᾳ τοῦ ὠτὸς δραξάμενος, εἰς ἡμερότητα προβάτου μετέβαλεν. ἐφ' ᾧ θεραπευθεὶς ὁ βασιλεὺς παραδέδωκεν αὐτὸν τῷ ἑταιρειάρχῃ Ἀνδρέᾳ τοῦ εἰς τὴν ἑταιρείαν εἶναι καὶ τοῖς ἵπποις τοῦ βασιλέως ἐκδουλεύειν. 11. Γέγονε δὲ οὗτος ὁ Βασίλειος ἐκ Μακεδονίας, ἐκ χωρίων τῆς Ἀδριανουπόλεως. καὶ προσεκολλήθη τῷ στρατηγῷ Μακεδονίας τῷ Τζάντζῃ ἐκδουλεύειν· ἦν δὲ ἐτῶν κεʹ. καὶ μηδὲν παρ' αὐτοῦ ὠφεληθεὶς ἦλθεν ἐν τῇ πόλει. καὶ εἰσελθὼν ἔνδον τῆς Χρυσῆς πόρτης, ἐπεὶ κεκοπωμένος ἦν ἀπὸ τῆς ὁδοιπορίας, 656 κυριακῆς ἡμέρας οὔσης, ἑσπέρας ἀνακλιθεὶς ἐν τῷ πεζουλίῳ τοῦ ἁγίου ∆ιομήδους, ὃς τὸ πρὶν Ἠλιοὺ ναὸς ἐχρημάτισε. καθολικὴ γὰρ ἦν ἡ ἐκκλησία, καὶ ὑπὸ προσμοναρίου τοὔνομα Νικολάου· ᾧ καὶ ἐφάνη τῇ νυκτί τις φωνήσας "ἐγερθεὶς εἰσάγαγε τὸν βασιλέα ἔσω." ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρεν εἰ μὴ τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς πάλιν ἀνεκλίθη εἰς τὴν κοίτην αὐτοῦ. ὁμοίως δὲ τοῦτο καὶ ἐκ δευτέρου ἐγένετο. εἰς δὲ τὸ τρίτον μετὰ ῥομφαίας ἔπληξε τὴν πλευρὰν αὐτοῦ, εἰπών "οὐ βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον; αὐτός ἐστιν ὁ βασιλεύς· εἰσάγαγε αὐτόν." ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν τὸν Βασίλειον μετὰ πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔσω. καὶ τῇ ἐπαύριον λούσας ἤλλαξεν αὐτόν, καὶ ἀδελφοποιητὸν ποιήσας συνευφραίνετο αὐτῷ. ἦν δὲ τῷ Νικολάῳ ἀδελφὸς ἰατρὸς δουλεύων τῷ εἰρημένῳ Θεοφιλίτζῃ, ὃς καὶ κατὰ τύχην ἐλθὼν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νικόλαον εἶδε τὸν Βασίλειον, καὶ θαυμάσας τό τε ἀνάστημα τῆς ἡλικίας αὐτοῦ καὶ τὸ εἶδος ἠρώτα τῷ ἀδελφῷ πόθεν ἐστίν. ὁ δὲ πάντα εἶπε πλὴν τῆς ὁράσεως. μετ' ὀλίγας οὖν ἡμέρας τοῦ Θεοφιλίτζη ζητοῦντος ἄνθρωπον ἀνδρεῖον εἰς τοὺς ἵππους αὐτοῦ, παρῆν ὁ ἰατρὸς καὶ τὰ περὶ τοῦ Βασιλείου διηγήσατο. ἤχθη οὖν ὁ Βασίλειος συντόμως, καὶ θεασάμενος αὐτὸν Θεοφιλίτζης ἠράσθη. ἐπεὶ δὲ ἐπιάγουρος ἦν καὶ μεγαλοκέφαλος, καλεῖ αὐτὸν Κεφαλάν, καὶ δέδωκεν αὐτῷ δουλεύειν τοὺς ἵππους αὐτοῦ. ἐντεῦ 657 θεν, ὡς εἴρηται, δίδοται τῷ βασιλεῖ Μιχαήλ. ὁ δὲ βασιλεὺς Μιχαὴλ εἰσαγαγὼν τὸν Βασίλειον πρὸς τὴν μητέρα αὐτοῦ εἶπεν "δεῦρο, ἴδε, μῆτερ, ἄνθρωπον ὃν ἐπελαβόμην νῦν." ἡ δὲ ἐξελθοῦσα καὶ τοῦτον ἰδοῦσα ἀπεστράφη, εἰποῦσα "οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων τὴν γενεὰν ἡμῶν ἀφανίσαι." ὁ δὲ βασιλεὺς οὐδαμῶς ἐπείσθη ἢ ἤκουσε τῆς μητρὸς αὐτοῦ. 12. Τῷ ιαʹ ἔτει αὐτοῦ ἐτελεύτησεν ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Ἰγνάτιος ὁ υἱὸς κουροπαλάτου τοῦ βασιλεύσαντος. τῶν δὲ Βουλγάρων τὴν Θρᾴκην καὶ Μακεδονίαν ληϊζομένων, ἡ Θεοδώρα ταξατίωνα πέμψασα τούτους τῆς ῥύμης ἔστησεν. 13. Τῷ ιγʹ ἔτει αὐτοῦ Βάρδας ὁ Καῖσαρ ἔξω τῆς πόλεως ὢν συνεφιλιώθη ∆αμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ, ὃς τὸν βασιλέα κρατήσας ἔπεισεν εἰσελθεῖν ἐν τῇ πόλει τὸν Βάρδαν