Chronographia (partim edita e cod. Paris. gr. 1712)

 φανῆναι· εἰ δὲ μή, τἀναντία, μυρία δεινὰ καὶ ἀπώλειαν σύντομον. τῆς οὖν νυκτὸς ἐπιστάσης ἀπῄει ὁ βασιλεὺς μετὰ Κασσιτηρᾶ πρὸς τὸν μοναχόν, καὶ εὐθὺς π

 πατριάρχην Νικηφόρον ἐξώρισε καὶ τὸν 609 Θεόδωρον· ὅτε καὶ λέγεται ὅτι τοῦ πατριάρχου Νικηφόρου ἐν ἐξορίᾳ παραπεμπομένου, πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν

 ἔλαττον· τοῦ γὰρ ἀοιδίμου Ταρασίου τοῦ πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος, ἤκουσε τοῦτον Μιχαήλ τινα ἐξ ὀνόματος καλέσαι, καὶ ἐπιπηδή 612 σαντα ἐπ

 ἀνατολάς, κατέκαυσαν τὰ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥιγίου. καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν παράξενον. ο

 ἐστράτευσεν λαὸν πολὺν συναθροίσας καὶ τοὺς Ἀβάρεις καὶ πάσας τὰς Σκλαβινίας· πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα

 Τραυλὸς καὶ εἰκονομάχος ἔτη ηʹ μῆνας θʹ. οὗτος Εὐφροσύνην τὴν θυγατέρα Κωνσταντίνου τοῦ τυφλωθέντος, τὸν μονήρη βίον προσηκαμένην, εἰς γαμετὴν ἠγάγετο

 σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν συγκεχωρημένων· οἳ μέχρι τοῦ νῦν ὑπολόγιοι κέκληνται. καὶ δὴ ἂν ὑπὸ Ἀγαρηνῶν κατεκράτηντο αἱ νῆσοι, εἰ μὴ Μιχαὴλ ὁ

 ἐποιήσατο τρόπῳ τοιῷδε. τοῖς Πέρσαις ἔθος ἦν ἐκ σειρᾶς βασιλικῆς ὑπέχειν ἀνάρρησιν· ὅθεν τοῖς ἀλλεπαλλήλοις πολέμοις τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης,

 πολλὰ εἶναι αὐτῇ κατὰ τὸ κιβώτιον, καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τῷ προσώπῳ ἡμῶν ἐπιτίθησι μετὰ 629 τὰ φιλήματα. ταῦτα τὸν βασιλέα εἰς μανίαν ἦγεν· μηδὲν

 αὐτὸν σέβειν καὶ τιμᾶν τὰς ἁγίας εἰκόνας καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ' οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγενομένου καὶ τοῦ πατριάρχου α

 σχολῶν ἐποίησε, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. 11. Τῷ ζʹ αὐτοῦ ἔτει ἐξέρχεται ὁ βασιλεὺς μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ

 Ὀξυάρτου ἀδελφοῦ ∆αρείου, ἥτις συνοικήσασα ∆ιονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ' ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι. καὶ ταύτην παραλαβὼν

 κατέφαγον. 20. Ὁ δὲ τοῦ φιλοσόφου Λέοντος μαθητής, ὁ καὶ μηνυτὴς τῆς προδοσίας, ἠρωτήθη παρὰ τοῦ ἀμερμουμνῆ περὶ τῆς ἐπιστήμης αὐτοῦ καὶ εἶπεν μαθητὴς

 Θεόδωρος, οὗ τὸ λείψανον ἐν τῇ Χαλκηδόνι μονῇ τοῦ Μιχαηλίτζη αὐτὸς ὁ κτίσας Μιχαὴλ ὕστερον ἀπεκόμισεν. ὁ δὲ ἀοίδιμος Θεοφάνης μέχρι Μιχαὴλ καὶ Θεοδώρα

 ἐδεήθησαν. ἐκνεύσας οὖν καὶ τὸν οἶκον θεασάμενος καὶ ἀρεσθεὶς μετοικίζει μὲν τὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πε

 ἐκκλησίας ἀπελαύνεται ὁ ἀλιτήριος καὶ κατά τινα μονὴν ἐν τῷ Κλειδίῳ περιορίζεται. ἐν ᾗ ἁγίων εἰκόνας ξέσας, τοῦτον ἡ βασίλισσα μάστιξι διακοσίαις παιδ

 τῆς θείας μυσταγωγίας τελεσθείσης ἁγνῶς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων μετὰ καὶ τοῦ ἀρχιερέως αὐτῶν, ὃς ἦν ὁ προει

 καὶ πολλῶν ἀναιρεθέντων πλείους οἱ κρατηθέντες ἦσαν. Θεόκτιστος δὲ πρὸς τὴν βασίλισσαν ἐλθὼν πάλιν τῆς αὐτῆς οἰκειότητος εἴχετο, καὶ τῷ τῆς Αὐγούστης

 καὶ εἰς τὸ παλάτιον ἔρχεσθαι. οἰκειωσάμενος δὲ καὶ τὸν πρωτοσπαθάριον Θεοφάνην τὸν Φαλγάνην καὶ ἄλλους τινὰς ἀποκτείνει τὸν Θεόκτιστον ἐν τῷ παλατίῳ,

 τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν, καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φ

 ἐπεσφραγίζετο, ἐν γέλωτι ὁ μετὰ ἀφρόνων ὁ ἄφρων τὴν φωνὴν αὐτοῦ ἀνυψῶν, ἐπιγελῶν τοῦ ἀοιδίμου Ἰγνατίου ὡς μὴ ὄντος τοῖς πράγμασι συγκαταβατικοῦ καὶ οἷ

 καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄλλων πολλῶν οἱ στρατηγοὶ εἰς τὴν πόλιν εἰσάγουσιν. ἐκ τούτου γίνεται γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ. καὶ ἄλλων μὲν οἱ πόνοι κα

 ὃν ὁ Σέργιος καὶ εἰ τοιοῦτος ἔσεσθαι μέλλει, μετὰ τῆς μητρὸς αὐτὸν ἀνελῶ. πρὸς ὃν ὁ ἅγιος οὐ δυνήσῃ τὴν συγχώρησιν τοῦ θεοῦ διακωλῦσαι. πρόσεχε οὖν

 πρὸς τὸν εὐλαβῆ καὶ διορατικὸν τοῦτον μοναχὸν εἶπον ὅτι καὶ ἡμεῖς λειτουργοῦντες μετ' αὐτοῦ οὐδέποτε ἠκούσαμεν αὐτοῦ εὐχὴν λαλοῦντος ἀλλὰ τῶν θύραθεν

 προελεύσει διερχομένου, καθεζόμενος ὁ πατρίκιος ∆αμιανὸς ἐν τῷ ὡρολογίῳ, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. ὁ δὲ θυμωθεὶς τῷ βασιλεῖ κλ

 μένων αὐτῷ δύο χρυσενδύτων ὡσεὶ πραιποσίτοις μάχαιραν ἐπιδίδωσι, καί φησιν τάχει ἐκνεύσας τὸν μὲν βασιλέα τῷ δεξιῷ ἀφώρισεν, τὸν δὲ θεόργιστον Καίσαρα

 Μάμαντα, φέρουσιν τὸν Πηγάνην μετὰ θυμιάματος ὀστρακίνου καπνίζοντα θέαφον, καὶ ἀπαντᾷ καὶ θυμιᾷ τὸν Συμβάτιον. ἀποτυφλοῦται δὲ καὶ αὐτὸς τὸν ἕνα 681

 ὑπασπιστῶν προσέταξεν ὁ βασιλεὺς τὴν λόγχην κατὰ τοῦ Βασιλείου ῥῖψαι. κατὰ δὲ τὸν καιρὸν τοῦ δείπνου, οὐ μόνον τοῦ νῦν ἀλλὰ καὶ τῶν ἄλλων, ἀφ' οὗ τῷ ο

 κατηφής, καὶ ὡς ἄν τις εἰκάσῃ, τῶν ἑαυτοῦ συλλογιζόμενος. ὥρμητο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Μακεδονίας, ἥτις πρότερον μὲν Ὀρεστιὰς ἐκαλεῖτο ἐξ Ὀρέστου

 χώραν καὶ πράγματα ἀναμαθών, καὶ καταγραψάμενος τὸ βιβλίον, καὶ τούτου ἐπιτηδεύμασι παλαιότατον ποιήσας, τῇ βασιλικῇ βιβλιοθήκῃ, ὡς εἴρηται, κατατίθετ

 τελευτᾷ δὲ Κωνσταντῖνος υἱὸς Μιχαὴλ ὁ ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ θρηνήσας ἀπέθετο ἐν τοῖς τάφοις τῶν βασιλέων. 16. Τῷ ιδʹ αὐτο

 οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατάσχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ' εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, πρὸς Φραγ

 δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαι

 Σανταβαρηνὸν τύψαντες ἐξώρισαν ἐν Ἀθήναις. εἶτα ἀποστείλας ἐξόπισθεν ὁ βασιλεὺς ἐτύφλωσεν αὐτὸν καὶ ἐν τῇ ἀνατολῇ ἐξώρισεν. μετὰ πολλοὺς δὲ χρόνους πα

 ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπέθετο. τούτῳ τῷ καιρῷ παραδίδοται Ταυρομένιον τοῖς Ἀγαρηνοῖς. 10. Τῷ ιεʹ ἔτει παρελήφθη ἡ νῆσος Λῆμνος

 διαδραμόντες ἀπηχήματα τῶν χρησαμένων ἐξ ὑποθήκης ἢ θεοκλυτίας τινὸς καὶ ὑπερσχόντων αὐτούς, ἐπικέκληνται. ∆ρομῖται δὲ ἀπὸ τοῦ ὀξέως τρέχειν αὐτοῖς πρ

 Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξῆλθεν. προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην κεφαλὴν πάντων τῶν πλωΐμων. γράφει δὲ καὶ Ἀνδρονίκῳ τῷ ∆ουκὶ συνελθεῖν

 εἰσερχόμενος δὲ ὁ Πανταλέων μητροπολίτης πρὸς τὸν βασιλέα, ἠρώτησεν αὐτὸν Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ὁ δὲ ἔφη εἰς σέ· καὶ ἐὰν διέλθῃ Ἰουνίου

 ἀποστείλας εὐθὺς ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν καὶ ἐνεθρόνισεν αὐτόν, καταγα 716 γὼν Εὐθύμιον, ὃν καὶ εἰς τοῦ Ἀγαθοῦ ἐξορίσας μετ' ὀλίγας ἡμέρας εἰς Μα

 βασιλεύουσαν, ἱκανῶν ὄν 719 των, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτ

 κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι πάλιν αὐτήν. καὶ περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμε

 κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι. εἰς μάχας δὲ ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμ

 ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύσασθαι. ὡσαύτως καὶ γραφὴν ἐκελεύσθη γράψαι Κωνσταντῖνος παρακοιμώμενος, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ ἐν ὑποταγῇ εἶνα

 τυραννικῶς κατεξανιστάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ'

 καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ, καὶ σφοδροτάτως ἐπελασάντων κατ' αὐτῶν εὐθὺς φεύγει ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τ

 μέσον γενέσθαι, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἐπὶ τούτοις ἀποστείλας Συμεὼν τὸν ἐν τῇ Πηγῇ τῆς ὑπεραγίας θεοτόκου ναόν, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδ

 οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι

 τελευτήσαντος δὲ Ἀπολάσαθ ἀνδρὸς φρονίμου καὶ συνετοῦ διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατοικοῦντες. ἐκστρατεύσαντες οὖν κατ' αὐτῶν ὅ τε ∆οὺξ τῶν

 πατρὸς αὐτοῦ. κατήγαγον δὲ καὶ τὸν πατριάρχην Τρύφωνα τὸν ῥητὸν χρό 745 νον τελέσαντα, καὶ ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ. χηρεύει δὲ ἡ ἐκκλησία χρόνον αʹ μῆ

 περισωθέντων καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντων ἀκτῇ, νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νίκης μεγάλης ὑποστρέψας ἐντίμως καὶ μεγαλοπρεπῶς πα

 πρόσωπον μόνον, ὁ δὲ γαμβρὸς Κωνσταντῖνος ἔλεγεν βλέπειν ὀφθαλμοὺς καὶ ὦτα. πρὸς οὓς καὶ εἶπεν ὁ ἀοίδιμος Σέργιος καλῶς ἀμφότεροι εἴδετε. οἱ δὲ ἀντέ

 ὁμιλίαι κακαί. τῶν ὁμαιμόνων τί γίνεται; ἑστιάσας αὐτοὺς καὶ φιλοφρονήσας, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν ἀνήρπασαν τούτους οἱ πρὸς τοῦτο ε

 αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευκὸς τὴν χροιάν

 τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν

αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευκὸς τὴν χροιάν, εὐόφθαλμος, χαροποὺς ἔχων τοὺς ὀφθαλμούς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσωπος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. ἔζησε δὲ χρόνους νεʹ, καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ʹ, ἔτους υνʹ, καταλείψας αὐτοκράτορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ' Ἑλένης τῆς μητρὸς αὐτοῦ. Κόσμου ἔτος υνʹ, θείας σαρκώσεως ἔτει νʹ, Ῥωμαίων βασιλεὺς Ῥωμανὸς ἔτη γʹ μῆνας γʹ ἡμέρας εʹ. ἦν δὲ τὴν ἡλικίαν 757 νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χαροπός, γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος ὡς κυπάρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ πορφυρογεννήτου ἐτῶν ὢν καʹ, σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ. καὶ παρευθὺ τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερανεβίβασε καὶ δώροις καταπλουτίσας τοῦ παλατίου κατήγαγεν, ἐξελέξατο δὲ καὶ προέκρινε παραδυναστεύοντας καὶ πρώτους τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν· τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην τὸν Χοινὸν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρχον πόλεως ἐχειροτόνησεν καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην. τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν [̓Αγάθην] καὶ Θεοφανῶ καὶ ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δόμων, καὶ εἰς τὸν βασιλικὸν οἶκον τὸν λεγόμενον Κανικλείου, ἐν ᾧ καὶ Σοφία Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν, καὶ μετὰ διίππευσιν ἡμερῶν εἰς τὸ Ἀντιόχου ἐκλήρωσεν. τὴν δὲ Ἀγάθην εἰς τὸ ἱδρυνθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ βασιλέως καὶ πάππου αὐτοῦ ἀπέστειλεν, καὶ διωρίσατο χορηγεῖσθαι αὐταῖς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. τὸν δὲ δομέστικον τῶν σχολῶν καὶ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν μάγιστρον ἐτίμησεν καὶ ἐν τῇ ἀνατολῇ ἐξέπεμψεν. ὡσαύτως καὶ 758 τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον Λέοντα μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ αὐτὸς ἦν εὐφραινόμενος ἐν κυνηγίοις καὶ θήραις δι' ὅλου ἁβροδίαιτος τυγχάνων. ἐγέννησε καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Κωνσταντῖνον αὐτὸν ὠνόμασεν· ὃς καὶ μετ' οὐ πολὺ ἐστέφθη παρὰ Πολυεύκτου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν τῷ παλατίῳ συνῆν τῷ βασιλεῖ, ἕως ἀρρωστήσασα κατὰ τὴν ιθʹ τοῦ Σεπτεμβρίου μηνὸς τέθνηκεν· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτῆς, Ῥωμανοῦ τοῦ βασιλέως, ἐν λάρνακι πλησίον τοῦ πατρὸς αὐτῆς. 2. Τὸν δὲ μάγιστρον καὶ δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὁ βασιλεὺς μετὰ στρατείας πολλῆς καὶ ἐξοπλίσεως πλοίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς τὴν Κρήτην ἀπέστειλεν, ἥτις ὑπὸ Ῥωμαίους μὲν ἦν τὸ πρότερον, ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ τοῦ πατρὸς Θεοφίλου ἐκρατήθη ὑπὸ τῶν ἀπὸ Ἱσπανίας ἀνελθόντων Σαρακηνῶν διὰ τὸ τηνικαῦτα ἀσχολεῖσθαι τὰ Ῥωμαϊκὰ στρατεύματα εἰς τὴν τυραννίδα καὶ στάσιν τοῦ ἀντάρτου Μωροθωμᾶ τοῦ συντρόφου Μιχαήλ, ὡς γενέσθαι τὴν ταύτης νήσου κράτησιν, ἕως τῆς ἡμέρας ἧς πάλιν ἐπορθήθη παρὰ Νικηφόρου μαγίστρου καὶ δομεστίκου Φωκᾶ, ἔτη ρνηʹ. ὑπῆρχον δὲ χελάνδια μετὰ τοῦ ὑγροῦ πυρὸς βʹ, δρόμωνες αʹ, καράβια καματηρὰ σιτάριν ἔχοντα καὶ ὅπλα πολεμικὰ τξʹ. ἀπάρας οὖν τῆς βασιλίδος Νικηφόρος ὁ δομέστικος, καὶ τὰ Φύγελα καταλαβών, ἐφρόντιζεν 759 ὅπως ὁ σύμπας στόλος αὐτῷ ἐπὶ τὸ αὐτὸ εἴη καὶ προσορμίζοιτο. σπουδῇ οὖν τὴν νῆσον καταλαμβάνουσιν· καὶ ἀποβάντων τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασαν. τούτων οὕτως παρακαθεζομένων τῇ νήσῳ, καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύους γενομένου, καὶ τῶν σιτίων δαπανηθέντων, καταναρκήσαντες οἱ