1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

πέλαγος τῶν ἁμαρτιῶν. οἱ δὲ μοναχοὶ καὶ ὁ ἀρχιμανδρίτης ἔκλαιον ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην· καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Οὔπω τυγχάνεις ἐνιαυτῶν δέκα καὶ ὀκτὼ καὶ ποίας ἁμαρτίας ἔχεις; λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Ὁ προφήτης ∆αβὶδ λέγει· Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου· καὶ πάντων τούτων τὰ ὅμοια ἠμφίεσμαι. ἐξεπλήττετο δὲ ὁ ἀρχιμανδρίτης ἐπὶ τῇ συνετῇ αὐτοῦ ἀποκρίσει, ὅτι ἄγροικος ὢν πῶς κατηνύγη εἰς τὸν φόβον τοῦ θεοῦ. καλέσας δὲ ὁ ἀρχιμανδρίτης ἰατροὺς δύο, μετὰ πολλῶν μόχθων καὶ πόνων ὡς νομίζεσθαι αὐτὸν τεθνηκέναι, ἀπέσπασαν ἀπ' αὐτοῦ τὸ σχοινίον † ἀπὸ τῶν σαρ κῶν τῶν κεκολλημένων ἐν αὐτῷ, καὶ ἐπιμελησάμενοι αὐτοῦ ἡμέρας πεντήκοντα ὠφέλησαν αὐτὸν ἐκ μέρους. καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τέκνον, ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ὅπου βούλει.

9 Τότε ἐξέρχεται ἐκ τοῦ μοναστηρίου ὁ ἅγιος Συμεών· καὶ ἰδοὺ ἦν παρακείμενον φρέαρ πλησίον τοῦ μοναστηρίου, ἐν ᾧ ὕδωρ οὐχ ὑπῆρχεν ἐν αὐτῷ, πλῆθος δὲ πνευμάτων ἀκα θάρτων πονηρῶν κατῴκει ἐν αὐτῷ· οὐ μόνον δὲ πνευμάτων ἀκαθάρτων, ἀλλὰ καὶ ἀσπίδων καὶ ἐχιδνῶν καὶ ὄφεων καὶ σκορπίων πλῆθος ἀνείκαστον· ὅθεν πάντες ἐφοβοῦντο διελ θεῖν διὰ τοῦ τόπου ἐκείνου. Ἀπῆλθεν δὲ ἐκεῖ ὁ ἅγιος Συ μεὼν μηδενὸς εἰδότος καὶ ῥίπτει ἑαυτὸν ἐν τῷ φρέατι ἐκείνῳ, ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ κρύβει ἑαυτὸν ἐν τῷ πλαγίῳ τοῦ φρέατος.

10 Μετὰ οὖν ἑπτὰ ἡμέρας τοῦ ἀναχωρῆσαι αὐτὸν τοῦ μοναστηρίου θεωρεῖ ὁ ἀρχιμανδρίτης κατ' ὄναρ ἀνείκαστον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ κυκλούντων τὸ μοναστήριον, λαμπάδας κρατούντων καὶ λεγόντων· Ἄρτι κατακαί ομέν σε ἐνταῦθα, εἰ μὴ τὸν δοῦλον τοῦ θεοῦ Συμεὼν παρα δώσεις ἡμῖν. διὰ ποίαν δὲ αἰτίαν ἐδίωξας αὐτόν, τί δὲ ἐποίησεν, ὅτι ἀπέρριψας αὐτὸν ἐκ τοῦ μοναστηρίου, ποῖον δέ ἐστιν τὸ σφάλμα αὐτοῦ; εἰπὲ ἡμῖν, πρίν σε κατακαύσωμεν· οὐκ οἶδας, τί εἶχες ἐν τῷ μοναστηρίῳ σου; οὗτος γὰρ μείζων σου εὑρε θήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ. καὶ δι υπνισθεὶς ὁ ἀρχιμανδρίτης ἔντρομος γενόμενος λέγει τοῖς μοναχοῖς· Ὡς ὁρῶ ὅτι ὁ ἄνθρωπος ἐκεῖνος γνήσιος δοῦλος τοῦ θεοῦ τυγχάνει· ἰδοὺ γὰρ πολλὰ κακὰ ἔπαθον κατ' ὄναρ τῇ νυκτὶ ταύτῃ δι' αὐτόν· ἀλλὰ παρακαλῶ ὑμᾶς, ἀδελφοί, διαδράμετέ μοι καὶ εὕρετέ μοι αὐτόν, ἐπεὶ μηδεὶς ἔλθοι ἐξ ὑμῶν ἐνταῦθα.

11 Καὶ ἐξελθόντες ἐζήτησαν ἐν παντὶ τόπῳ αὐτὸν καὶ μὴ εὑρόντες αὐτὸν ἦλθον λέγοντες τῷ ἀρχιμανδρίτῃ· Ὄντως, δέσποτα, οὐκ ἐάσαμεν τόπον, ὅπου οὐκ ἐζητήσαμεν, εἰ μὴ τὸν τόπον, ἐν ᾧ οὐδεὶς τολμᾷ διοδεῦσαι διὰ τὸ πλῆθος τῶν ἀγρίων θηρίων. λέγει αὐτοῖς ὁ ἀρχιμανδρίτης· Τέκνα, ποιή σαντες εὐχὴν καὶ λαβόντες λαμπάδας, ἀπελθόντες κατέλθατε καὶ ἐπιζητήσατε αὐτόν. καὶ ποιήσαντες εὐχὴν ἐπάνω τοῦ φρέατος ἐπὶ ὡρῶν τριῶν ἐχάλασαν ἐν τῷ φρέατι πέντε μοναχοὺς μετὰ σχοινίων λαμπάδας κρατοῦντας· καὶ τὰ ἑρ πετὰ θεωροῦντα εἰς τὰς γωνίας ἔφυγον. ἰδὼν δὲ αὐτοὺς ὁ ἅγιος Συμεὼν ἀνέκραζεν λέγων· ∆έομαι ὑμῶν, ἀδελφοὶ καὶ δοῦλοι τοῦ θεοῦ, ἔνδοτέ μοι μικρόν, ἵνα παραδῶ τὸ πνεῦμά μου, ἀρκεῖ γάρ μοι, ὅτι ὃ ἐπεβαλόμην οὐκ ἐπλήρωσα. οἱ δὲ μοναχοὶ βιασάμενοι αὐτὸν μετὰ πολλῆς βίας ἀνήγαγον αὐτὸν ἐκ τοῦ φρέατος, σύροντες αὐτὸν ὡς κακὸν πράξαντα· ἤγαγον δὲ αὐτὸν τῷ ἀρχιμανδρίτῃ. ὁ δὲ ἰδὼν αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Συγχώρησόν μοι, δοῦλε τοῦ θεοῦ, αὐτός μου γενοῦ καθηγητὴς καὶ δίδαξόν με, ἅπερ ἔχει καὶ δωρεῖται ἡ καρτερία.

12 Ὁ δὲ ἅγιος Συμεὼν οὐκ ἐπαύετο κλαίων καὶ δεόμενος τοῦ θεοῦ, ποιήσας δὲ ἐν αὐτῷ τῷ μοναστηρίῳ χρόνους τρεῖς ἐξέρχεται μηδενὸς γινώσκοντος, καὶ ἀπέρχεται εἰς ἔρημον τό πον, ἐν ᾧ παρέκειντο χωρία ἱκανά, ἔγγιστα δὲ αὐτοῦ ἦν χω