1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ρίον ἐπιλεγόμενον Γελασοῖς, καὶ οἰκοδομεῖ ἐκεῖ αὐτῷ τόπον μικρὸν ἀπὸ ξηρολίθων, καὶ στήκει μέσον χρόνους τέσσαρας νιφόμενος, βρεχόμενος, καυματούμενος, καὶ πολλοὶ ἀπήρχοντο πρὸς αὐτόν· ἡ δὲ τροφὴ αὐτοῦ ἦν φακὴ βρεκτὴ καὶ τὸ πόμα αὐτοῦ ὕδωρ. Καὶ μετὰ ταῦτα ἐποίησεν ἑαυτῷ στῦλον πηχῶν τεσσάρων καὶ στήκει ἐν αὐτῷ ἔτη ἑπτά, καὶ ἦν ἡ φήμη αὐτοῦ πανταχοῦ διατρέχουσα· καὶ μετὰ ταῦτα οἰκοδομοῦσιν αὐτῷ οἱ ὄχλοι μάνδρας δύο ἀπὸ ξηρολίθου, καὶ ἐπιτιθοῦσιν θύραν τῇ ἔσωθεν μάνδρᾳ καὶ ποιοῦσιν αὐτῷ στῦλον πηχῶν τριάκοντα, καὶ στήκει ἐν αὐτῷ ἔτη δεκαπέντε πολλὰς ἰάσεις ἐπιτελῶν· πολλοὶ γὰρ δαιμονιῶντες ἀπῄεσαν ἐκεῖ καὶ ἐθεραπεύοντο.

13 Ὁ δὲ ἅγιος Συμεὼν ἐμιμεῖτο τὸν καθηγητὴν αὐτοῦ Χριστόν, ὃν καὶ ἐπικαλούμενος χωλοὺς ἐποίει περιπατεῖν, λεπροὺς καθαρίζων, μογγιλάλους ποιῶν λαλεῖν, παραλυτικοὺς τρέχειν, μακρονοσοῦσιν παρέχων ἴασιν, νουθετῶν καὶ παρα καλῶν ἕκαστον· Ἐάν σοι εἴπῃ τις, ὅτι τίς σε ἐθεράπευσεν, λέγε σύ, ὅτι Ὁ θεός με ἐθεράπευσεν· μή σοι δόξῃ εἰπεῖν ὅτι Συμεών με ἐθεράπευσεν, ἐπεὶ πάλιν ἐν τοῖς αὐτοῖς πόνοις εὑρίσκῃ. καὶ τοῦτό σοι λέγω· μηδέποτε ψεύσῃς καὶ ὀμόσῃς τὸν θεόν· εἰ δὲ καὶ ἀνάγκη σοι γίνεται τοῦ ὀμόσαι, κατ' ἐμοῦ τοῦ ταπεινοῦ ὄμνυε, εἴτε μετ' ἀληθείας εἴτε μετὰ ψεύδους· μεγάλη γὰρ ἁμαρτία ἐστὶν καὶ φοβερὸν τὸ ὀμνύειν εἰς τὸν θεόν.

14 Ἀκούσατε φοβερὸν καὶ παράδοξον θαῦμα· ἡ μήτηρ αὐτοῦ διὰ εἴκοσι ἐτῶν μανθάνει, ποῦ ἐστιν ὁ ἅγιος Συμεὼν καὶ δρομαίως ἐλθοῦσα ἠθέλησεν αὐτὸν θεάσασθαι διὰ τοσού των ἐτῶν καὶ πολλὰ κλαίουσα ἐπὶ τὸ ἰδέσθαι αὐτὸν καὶ οὐ συνεχωρήθη θεάσασθαι αὐτόν· ἐπὶ πολὺ δὲ αὐτῆς θελούσης ἁγιασθῆναι ὑπὸ τῶν ἁγίων αὐτοῦ χειρῶν, ἠναγκάσθη ἐπὶ τὸν τοῖχον σκαλαβατᾶν· σκαλαβατοῦσα δὲ ἐπὶ τὸν τοῖχον τῆς μάνδρας ἐρράγη χαμαί, μὴ δυνηθεῖσα θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Συγχώρησόν μοι, μήτηρ τὰ νῦν, καὶ εἴ ἐσμεν ἄξιοι ἐν ἐκείνῳ τῷ αἰῶνι θεωροῦμεν ἀλλήλους. καὶ ὡς ἤκουσεν ταῦτα, πλεῖον ἐκαίετο τοῦ θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Παῦσαι, κυρία μου μήτηρ, ἐπειδὴ ἐκ μήκου ἐλήλυθας καὶ ἐκοπίασας δι' ἐμὲ τὸν ταπεινόν, ἀλλὰ θὲς σεαυτὴν μικρὸν καὶ ἀναπαύουσα ἴσχυσον καὶ μετ' ὀλίγον σε ὁρῶ. ἡ δὲ ἀκούσασα τίθησιν ἑαυτὴν εἰς τὰ πρό θυρα αὐτοῦ καὶ εὐθέως ἀπέδωκεν τὸ πνεῦμα τῷ θεῷ. ἦλθον δὲ οἱ προσμονάριοι ἐπὶ τὸ ἐξυπνῆσαι αὐτήν· καὶ εὗρον αὐτὴν νεκρὰν καὶ ἀνήγγειλαν τῷ ἁγίῳ περὶ αὐτῆς. ὁ δὲ ἀκούσας κελεύει αὐτὴν εἰσενεχθῆναι καὶ τίθησιν αὐτὴν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ θεασάμενος αὐτὴν μετὰ δακρύων ἤρξατο λέγειν· Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς καὶ ἡνίοχος τῶν Χερουβίμ, ὁ ὁδηγήσας τὸν Ἰωσήφ, ὁ δυναστεύσας τὸν προφήτην σου ∆αβὶδ κατὰ τοῦ Γολιάδ, ὁ τὸν Λάζαρον ἐγείρας τετραήμερον ἐκ νεκρῶν, ἐξέγειρον τὴν δεξιάν σου καὶ δέξαι ἐν εἰρήνῃ τὴν ψυχὴν τῆς δούλης σου. καὶ εὐχο μένου αὐτοῦ τὸ ἅγιον αὐτῆς λείψανον ἐκινεῖτο καὶ ἐμειδίασεν τῇ ὄψει, πάντες δὲ οἱ θεωροῦντες ἐξεπλήττοντο καὶ ἐδόξαζον τὸν θεόν· καὶ κηδεύσαντες αὐτὴν ἔθαψαν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, ἵνα, καθὼς εὔχεται, μνημονεύει αὐτήν.

15 Ἄλλο ξένον καὶ παράδοξον ἀκούσατε μυστήριον· τινὲς ἤρχοντο εἰς εὐχὴν ἀπὸ μήκου πολλοῦ, καὶ ἀπαντᾷ αὐτοῖς ἔλαφος βοσκομένη, ἔχουσα ἐν γαστρί, καὶ λέγει εἷς ἐξ αὐτῶν τῇ ἐλάφῳ· Ὁρκίζω σε κατὰ τῆς δυνάμεως τοῦ ὁσίου Συμεών, στῆθι, ἵνα σε κρατήσω. καὶ εὐθέως ἔστη ἡ ἔλαφος, καὶ κρατήσας αὐτὴν ἔσφαξεν καὶ ἔφαγον τὰ κρέη αὐτῆς· τὸ δὲ δέρμα ἔμενεν· καὶ εὐθέως ἐκωλύθη ἡ ὁμιλία αὐτῶν, καὶ ἤρξαντο βληχᾶσθαι ὡς τὰ ἄλογα, καὶ δρομαῖοι ἔρχονται καὶ προσπίπτουσιν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ δεόμενοι τυχεῖν θεραπείας, τὸ δὲ δέρμα τῆς ἐλάφου ἐπλήρωσαν ἀχύρῳ καὶ πρὸς ἐπίγνωσιν πολλῶν ἀνθρώπων ἐτέθη τὸ δέρμα χρόνον