1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

ἱκανόν, οἱ δὲ ἄνδρες ποιήσαντες χρόνον ἱκανὸν ἐν μετανοίᾳ καὶ θεραπευθέντες ἀνεχώρησαν εἰς τὰ ἴδια.

16 Ἄλλο ξένον καὶ θαυμαστὸν ἀκούσατε· γυνή τις διψῶσα διὰ τῆς νυκτὸς ἠθέλησεν πιεῖν ὕδωρ· ἐπιλαβομένη δὲ τὴν κάλπιν τοῦ ὕδατος συμπίνει ἅμα τοῦ ὕδατος ὄφιν μικρόν, καὶ τραφεὶς ἐν τῇ κοιλίᾳ αὐτῆς ἐγένετο μέγας, καὶ ἐγένετο τὸ πρόσωπον αὐτῆς ὡς εἰδέα χόρτου χλωροῦ, καὶ πολλοὶ ἰατροὶ ἦλθον, ἵνα θεραπεύσωσιν αὐτὴν καὶ οὐκ ἠδυνήθησαν· γνόντες δὲ οἱ ἐν τῷ οἴκῳ αὐτῆς τὰ θαυμάσια καὶ τὰς ἰάσεις, ἃς ἐποίει ὁ ἅγιος τοῦ θεοῦ Συμεών, λαβόντες αὐτὴν ἀπήγαγον πρὸς τὸν ἅγιον καὶ ἀναγγέλλουσιν αὐτῷ πάντα τὰ περὶ αὐτὴν καὶ κελεύει αὐτοῖς λέγων· Βάλετε ἐν τῷ στόματι αὐτῆς ἐκ τοῦ ὕδατος τούτου καὶ ἐκ τῆς πηγῆς ταύτης. καὶ ποιήσαντες οὕτως κατὰ τὸ προσταχθέν, ἐκινήθη τὸ θηρίον ἔμπροσθεν πάντων, καὶ ῥήσσει ἑαυτὴν χαμαί, καὶ ἐξέρχεται καὶ ἀποθέ μενον τὴν κεφαλὴν αὐτοῦ ἀναμέσον τῶν καγκελλίων ἐψό φησεν, καὶ πάντες ἐδόξαζον τὸν θεόν.

17 Ἤλλαξαν δὲ τὸν στύλον αὐτοῦ ποιήσαντες αὐτὸν πηχῶν τεσσαράκοντα, καὶ διεφημίσθη εἰς ὅλην τὴν οἰκουμένην. ὅθεν τὸ πλῆθος τῶν Σαρακηνῶν παρεγένοντο πρὸς αὐτὸν τῇ πίστει φλεγόμενοι, καὶ κατένυξεν αὐτοὺς εἰς τὸν φόβον τοῦ θεοῦ. ὁ οὖν μισάνθρωπος διάβολος ἔχων ἔθος πειράζειν τοὺς ἁγίους καὶ καταπατεῖσθαι ὑπ' αὐτῶν ἐπήγαγεν πληγὴν ἐπὶ τὸν μηρὸν αὐτοῦ καθ' ὃν τρόπον τοῦ μακαρίου Ἰώβ, ἄλγος τῆς λεγομένης πανούκλας, καὶ συνεσάπη ὁ μηρὸς αὐτοῦ καὶ εἰς ἕνα πόδα λοιπὸν ἵστατο ἐπὶ διετεῖ χρόνῳ. σκώληκες δὲ ἀνείκαστοι ἐκ τοῦ μηροῦ αὐτοῦ ἔπιπτον ἐπὶ τῆς γῆς, ὅθεν ἄλλο οὐκ εἶχον ἔργον οἱ ἔγγιστα αὐτοῦ εἰ μὴ μόνον συλλέγειν αὐτὰ καὶ ἀναφέρειν εἰς τὸν τόπον ὅθεν ἀπέπιπτον, τοῦ ἁγίου λέγοντος· Φάγετε, ὅθεν ἔδωκεν ὑμῖν ὁ κύριος.

18 Κατὰ δὲ βούλησιν θεοῦ γίνεται τὸν βασιλέα τῶν Σαρακηνῶν ἐλθεῖν εἰς εὐχὴν πρὸς αὐτόν, καὶ ἅμα εἰσῆλθεν ἔγγιστα τοῦ στύλου εὐλογηθῆναι παρ' αὐτοῦ τοῦ ἁγίου Συ μεὼν ἰδὼν αὐτὸν ὁ ἅγιος τοῦ θεοῦ ἤρξατο αὐτὸν νουθετεῖν. καὶ ὁμιλούντων αὐτῶν πίπτει σκώληξ ἐκ τοῦ μηροῦ αὐτοῦ, καὶ τίθησιν τὸν νοῦν ὁ βασιλεὺς, οὐ μέντοι εἰδώς, τί ἦν τὸ πεσόν, καὶ δραμὼν ἁρπάζει αὐτό. καὶ τίθησιν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἰς τὴν καρδίαν καὶ ἐξέρχεται ἔξω κατ έχων αὐτὸ ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ὁ ἅγιος δηλοῖ αὐτῷ λέ γων· Εἴσελθε ἀπόθες ὃ ἐπῆρες, βάρος ἐμοὶ τῷ ἁμαρτωλῷ προσφέρεις. σκώληξ ἐστὶν ὄζων ἐκ σαρκὸς ὀζομένης. τί τὰς χεῖράς σου ἀφανίζεις τίμιος ἀνὴρ ὑπάρχων; καὶ ταῦτα εἰπόν τος τοῦ δικαίου εἰσέρχεται ὁ Σαρακηνὸς καὶ λέγει αὐτῷ· Τοῦτό μοι ἔσται εἰς εὐλογίαν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἁπλώσας αὐτοῦ τὴν χεῖρα ἦν μαργαρίτης τίμιος ἐν τῇ χειρὶ αὐτοῦ. καὶ θεασάμενος αὐτὸν ἤρξατο δοξάζειν τὸν θεὸν καὶ λέγει τῷ δικαίῳ· Ἰδοὺ ὃν εἶπες ὅτι σκώληξ ἐστίν, μαργαρίτης ὑπάρχει εἴ τις τιμὴν οὐκ ἔχει, δι' οὗ ἐφώτισέν με ὁ κύριος. καὶ μετὰ ταῦτα ἀκούσας ὁ ἅγιος λέγει αὐτῷ· Ὡς ἐπίστευσας γενηθήτω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου οὐ μόνον δὲ σοί, ἀλλὰ καὶ τοῖς τέκνοις σου. καὶ εὐλογηθεὶς ὁ βασιλεὺς τῶν Σαρακηνῶν ἀπῆλθεν εἰς τὰ ἴδια χαίρων ἐν εἰρήνῃ.

19 Ἄλλο μυστήριον ἀκούσατε. ἐν τῷ ὄρει, ἐν ᾧ ἵσταται, τῷ ἐξ ἀνατολῶν δράκων παρέμενεν μέγας. ὅθεν οὔτε βοτάνη ἀνήρχετο ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ συνέβη τῷ δράκοντι ἐκείνῳ ἐν τῷ ἐκβαίνειν αὐτὸν τοῦ καταψύξαι, ξύλον εἰσελθεῖν ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, καὶ ἐπὶ χρόνον ἱκανὸν ἐκ τοῦ πόνου τὸν συρισμὸν αὐτοῦ οὐδεὶς ἠδύνατο ὑποφέρειν. ἐν μιᾷ τῶν ἡμε ρῶν οὖν ἐξέρχεται ὁ δράκων ἐκ τοῦ φωλεοῦ αὐτοῦ συρόμενος καὶ ἔρχεται πάντων ὁρώντων καὶ τίθησιν ἑαυτὸν εἰς τὰ πρό θυρα τῆς μάνδρας. καὶ ἐξαίφνης ἀνεῴχθη αὐτοῦ ὁ ὀφθαλμὸς καὶ ἐξέρχεται τὸ ξύλον ἀπὸ τοῦ ὀφθαλμοῦ αὐτοῦ, καὶ ἐποίησεν ἐκεῖ ἡμέρας τρεῖς, ἕως οὗ ἀπεκατεστάθη ὑγιής. καὶ οὕτως ἀπῆλθεν ἐν τῷ τόπῳ αὐτοῦ πάντων ὁρώντων