1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

σχοινίον· καὶ λύσας τὸ σχοινίον ἀπέρχεται εἰς ἰδιάζοντα τόπον καὶ φασκιοῖ ἑαυτὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ· καὶ ἐνδύεται ἐπάνω τοῦ σχοινίου στιχάριν τρίχινον καὶ εἰσῆλθεν ἐν τῷ μοναστηρίῳ καὶ λέγει τοῖς ἀδελφοῖς· Ἐξῆλθον ἀντλῆσαι ὕδωρ καὶ τὸ σχοινίον οὐχ εὗρον ἐν τῇ σίτλᾳ. λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Σιώπα, μηδεὶς μάθῃ τῷ ἀρχιμανδρίτῃ. καὶ οὐδεὶς ᾔδει ὅτι ἔσωθεν ἦν πεφασκιωμένος τὸ σχοινίον. ἔμεινεν οὖν ἕως ἐνιαυτοῦ ἑνὸς καὶ πλεῖον ἔχων τὸ σχοινίον ἐν τῇ σαρκὶ αὐτοῦ ἐνειλιγμένον καὶ κατέφαγεν τὰς σάρκας αὐτοῦ, ὥστε σκεπασθῆναι τὸ σχοινίον ἀπὸ τῶν σεσημμένων σαρκῶν τοῦ δικαίου, καὶ ἀπὸ τῆς δυσωδίας αὐτοῦ οὐκ ἐδύνατό τις ἔγγιστα αὐτοῦ στῆναι, καὶ οὐδεὶς ἔγνω τὸ μυστήριον. ἡ δὲ κοίτη αὐτοῦ ἐπληροῦτο σκωλήκων, καὶ οὐ δεὶς ᾔδει τὸ γεγονός.

6 Ἐλάμβανεν δὲ τὴν τροφὴν αὐτοῦ καὶ ἐδίδου αὐτὴν πτωχοῖς μηδενὸς εἰδότος. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξέρχεταί τις τῶν μοναχῶν καὶ εὑρίσκει αὐτὸν διδόντα τὸν ἄρτον αὐ τοῦ καὶ τὸ ὄσπριον ὃ ἐλάμβανεν πτωχοῖς. πάντες δὲ ἐνή στευον ἕως ἑσπέρας, ὁ δὲ ἅγιος Συμεὼν ἀπὸ κυριακῆς εἰς κυριακὴν ἐγεύετο. εἰσελθὼν δὲ εἷς τῶν μοναχῶν διέβαλλεν αὐτὸν τῷ ἀρχιμανδρίτῃ λέγων· ∆έομαι τῇ ἁγιοσύνῃ σου· ὁ ἄνθρωπος οὗτος καταλῦσαι θέλει τὸ μοναστήριον ἤτοι τὸν κανόνα ὃν παρέδωκας ἡμῖν. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Πῶς θέλει καταλῦσαι τὸν κανόνα; λέγει αὐτῷ ὁ μοναχός· Ἡμεῖς ἕως ἑσπέρας παρελάβομεν νηστεύειν, οὗτος δὲ ἀπὸ κυριακὴν εἰς κυριακὴν ἐσθίει καὶ τὸν ἄρτον αὐτοῦ, ὃν λαμβάνει, καὶ τὸ ὄσπριον κρυφέως δίδωσι πτωχοῖς καθ' ἑκάστην ἡμέραν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀπὸ τοῦ σώματος αὐτοῦ δυσωδία ἀνέρχεται ἀφόρητος, ὡς μὴ δύνασθαι ἔγγιστα αὐτοῦ στῆναί τινα· καὶ ἡ κοίτη αὐτοῦ σκωλήκων πεπλήρωται, καὶ ἡμεῖς οὐ δυνάμεθα ὑπενεγκεῖν· Ἀλλ' εἰ βούλει, τοῦτον ὧδε ἔχε καὶ ἡμεῖς ἀναχωροῦμεν, ἢ ἀπόλυσον αὐτὸν ἀπελθεῖν, ὅθεν ἦλθεν.

7 Ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἔκθαμβος ἐγένετο, καὶ καταμανθάνει τὴν κοίτην αὐτοῦ, καὶ εὑρίσκει αὐτὴν πεπλη ρωμένην σκωλήκων, καὶ ἐκ τῆς δυσωδίας οὐκ ἠδύνατο στῆναι ἐκεῖ. Καί φησιν ὁ ἀρχιμανδρίτης· Ἰδοὺ καὶ ὁ νέος Ἰώβ. Καὶ κρατήσας αὐτὸν λέγει αὐτῷ· Τί ταῦτα ἐποίησας, ἄνθρωπε; πόθεν ἡ δυσωδία σου αὕτη, τί πλανᾷς τοὺς ἀδελφούς, τί καταλύεις τὸν κανόνα τοῦ μοναστηρίου; ἦ φάντασμα ὑπάρ χεις; ἀλλαχοῦ ἄπελθε καὶ ἀπόθανε χωρὶς ἡμῶν· διὰ σοῦ τάχα ἦλθον πειρασθῆναι ὁ ἄθλιος ἐγώ; εἰ γὰρ ἦς σὺ ἀνὴρ ἀληθὴς ἐκ γονέων συνετῶν, ἀπήγγειλες ἂν ἡμῖν, τίς ἦν ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ τὸ γένος σου, καὶ πόθεν ἦλθες ὧδε; ταῦτα ἀκούσας ὁ ἅγιος κάτω προσέχων πρὸς τὴν γῆν ἐσιώπα μηδὲν λέγων, καὶ ἐκ τῶν δακρύων αὐτοῦ ἐπληροῦτο ὁ τόπος, ἐν ᾧ ἵστατο· ἐπὶ πολὺ δὲ ἐμμανὴς γενάμενος ὁ ἀρχιμανδρί της λέγει τοῖς μοναχοῖς· Ἀποδύσατε αὐτόν, ὅπως ἴδωμεν ἡ δυσωδία πόθεν αὕτη.

8 Ἠβουλήθησαν οὖν ἀποδῦσαι αὐτὸν καὶ οὐκ ἠδυνήθησαν· κεκολλημένον γὰρ ἦν τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τῆς σαπείσης σαρκός. Ἐπὶ τρεῖς οὖν ἡμέρας οὐκ ἐπαύοντο διαβρέχοντες αὐτὸν ὕδατι χλιαρῷ σὺν ἐλαίῳ, καὶ οὕτως μετὰ πολλῆς ὀδύνης ἠδυνήθησαν ἀποδῦσαι αὐτὸν, ὥστε σὺν τῷ ἱματίῳ ἀποδαρῆναι τὴν σεσημμένην σάρκα αὐτοῦ, καὶ εὑρίσκουσι τὸ σχοινίον περι πεπλεγμένον ἐν τῷ σώματι αὐτοῦ, ὡς μὴ φαίνεσθαί τι ἐξ αὐ τοῦ, εἰ μὴ μόνον τὰς ἀρχὰς τοῦ σχοινίου· τῶν δὲ σκωλή κων τῶν ὄντων ἐν αὐτῷ οὐκ ἦν εἰκασμός· τότε ἔκθαμβοι ἐγένοντο ἐπ' αὐτὸν πάντες οἱ μοναχοὶ ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην, καὶ διελογίζοντο ἐν ἑαυτοῖς, τὸ πῶς καὶ ποῖον μηχάνημα ποιήσαντες ἀροῦσι τὸ σχοινίον ἀπ' αὐτοῦ· ὁ δὲ ἅγιος Συμεὼν ἔκραζε λέγων· Συγχωρήσατέ μοι, κύριοί μου ἀδελφοί, ἐάσατέ με ἀποθανεῖν οὕτως τὸν κύνα τὸν ὄζοντα, κατὰ γὰρ τὰς πράξεις μου οὕτως ὤφειλον καὶ κριθῆναι· πᾶσα γὰρ ἀδικία καὶ πλεονεξία σὺν ἐμοὶ γεγένηται, ἐγὼ γάρ εἰμι τὸ