Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντες τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐ γὰρ δι' ἄγνοιαν οὐ πιστεύουσι τῷ Χριστῷ, ἀλλὰ διὰ τὸ θέλειν φαῦλα πράσσειν, ἅπερ ἡ Χριστοῦ διδασκαλία οὐ παραδέχεται. ὅταν οὖν ἀκούσωμεν, ὅτι "οὐκ ἠδύναντο πιστεύειν" , μὴ φύσεως ἐννοήσωμεν δύναμιν ἢ ἄλλου τινὸς ἐπικράτειαν, ἀλλὰ τὸν αὐτοδέσποτον λογισμὸν τὸν καταδουλώσαντα ἑαυτὸν τοῖς πάθεσι τοῖς ἀσέμνοις καὶ μὴ θέλοντα τῆς κακίστης ἀποστῆναι συνηθείας· οὗτοι γὰρ ἐπι γινώσκουσι μὲν τὸ φῶς, οὐκ ἔρχονται δὲ πρὸς αὐτό, ἵνα μὴ ἐλεγχθῇ ἡ ὑπό κρισις αὐτῶν τῶν λεγόντων εἰδέναι θεόν, ἔργοις δὲ αὐτὸν ἀρνουμένων. 15 Jο 3,

32-33 Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. τὸ δὲ ἐσφράγισεν ἀντὶ τοῦ ἔδειξεν.

17 Jο 4, 13-16 Τοῦτο, φησίν, τὸ αἰσθητὸν ὕδωρ πρὸς ὀλίγον ἰάσεται τὴν δίψαν, τὸ δὲ ἀόρατον, καθάπερ ἀπαλλάττει τοῦ διψᾶν, οὐκέτι ζωῆς ἐνδεεῖς καταλιμπάνει τοὺς ἀνθρώπους· πηγάζει γὰρ αὐτοῖς ἀφθαρσίαν. τοῦτο δέ, ὅτι πνεῦμα ἅγιον δωρεὰν ἐπαγγέλλεται διὰ τῶν ἑξῆς δῆλόν ἐστιν. ἔχει τοίνυν τὸ λεγόμενον ὕδατος πνευματικοῦ πρὸς ὕδωρ σωματικὸν ἀντεξέτασιν, ἀλλὰ καὶ τῆς τοῦ πνεύματος δωρεᾶς πρὸς τὴν τοῦ νόμου διδασκαλίαν· ὁ μὲν γὰρ ἦν διὰ γραμμάτων μαθή σεως, ὧν ἀεὶ διὰ τὴν λήθην ὁ ἄνθρωπος δεῖται, πνεῦμα δὲ σοφίας, ἣ παρα γένοιτο διηνεκῶς, τὴν χορηγίαν ἐπιδίδωσιν· τούτων ἀκούσασα ἡ Σαμαρεῖτις ἔμεινεν ἐπὶ τῆς σωματικῆς ἐννοίας καὶ τὰ μικρὰ μεγάλα περινοοῦσα τῶν μεγάλων ἀνεπαίσθητος ἔμεινεν. ἀλλ' ὁ κύριος ἄχρι μὲν τούτων πρὸς τὴν γυναῖκα προοιμιάσατο, ἐπαγαγέσθαι δὲ τὸ τῶν Σαμαρειτῶν ἔθνος βουλόμενος ἐπισυν άπτει τῷ πρὸς ἐκείνην λόγῳ τὴν τοῦ ἀνδρὸς κλῆσιν. ἐν ᾧ δείκνυται πρὸς ἐπίγνωσιν λόγου καλλίων ἀνδρὸς φύσις καὶ ἐπιτηδειοτέρα που τῆς γυναικὸς οὐκ ἐφικομένης τῶν πνευματικῶν τοῦ κυρίου διδασκαλιῶν. 18 Jο 4,33 ∆ηλοῦσιν, ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι· εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστόν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις. διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν.

19 Jο 5,5 Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ κειμένου παραλύτου σημαίνει

κολά σεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτεσιν ὁ λαὸς ἐπὶ τῆς ἐρήμου δίκας ἐξέτισε καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως ἔτει τριακοστοογδόῳ θεραπεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου. 22 Jο 5,44 Εἶτα ἐπειδή φησιν ὑμεῖς τὴν παρ' ἀλλήλων δόξαν ζητεῖτε καὶ τὴν παρὰ θεοῦ οὐ ζητεῖτε, οὐ δύνασθε ἐλθεῖν πρός με. τοῦτο δέ φησιν ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα καὶ τῆς ἀπιστίας τὴν αἰτίαν λέγων· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκίμησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγαπῶντες ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ, οἱ μέν, ἵνα μὴ τὴν δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δέ, ἵνα μὴ τὴν παρ' ἐκείνοις τιμὴν ἀποβάλητε.

23 Jο 6,1 ἅμα δὲ καὶ ἐπὶ πλείονας ἄγειν τὴν εὐεργεσίαν βουλόμενος οὐκ ἐπὶ

μιᾶς χώρας ἑδραῖος ἔμενεν. 24 Jο 6,10-11 Τοῖς μαθηταῖς τὸ γεγενημένον σημεῖον

3