1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

«Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·» ὁ λέγων· «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον·» ὁ λέγων· «Καταβέβηκα ἐκ τοῦ οὐ ρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ἀλλ' εἰ θέλεις αὐτῷ 28.104 ἀνθρωπίνως ἀκοῦσαι, ἁρμοζόντως τῇ ὁρωμένῃ κατὰ σάρκα μορφῇ, καὶ τῇ νομιζομένῃ ψιλῇ παρὰ τοῖς ἀκούσασιν ἀνθρωπότητι, ἄκουε λέγοντος αὐτοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθὴς οὐκ ἔστι·» κατὰ τὸ μὴ ἀξιόπιστον εἶναι, μηδὲ νομίζεσθαι ἄνθρωπον ἑαυτῷ μαρτυροῦντα· ὅτε δέ φησι· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ τυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.» Ὅτε, ἀριθμῶν τὸν Πατέρα καὶ αὑτὸν, δύο φησὶν εἶναι τοὺς περὶ τῆς δόξης αὐτοῦ μάρτυρας, οὐκ ἀνθρώπινα φθέγγεται, ἀλλ' ὑπὲρ πᾶσαν ἀνθρωπί νην ἀξίαν· καὶ τί λέγω ἀνθρωπίνην; ὑπὲρ ἀγγελικὴν, ὑπὲρ ἀρχὰς, ὑπὲρ δυνάμεις, ὑπὲρ κυριότητας. Ποία γὰρ ἀνθρώπου καὶ Θεοῦ συναρίθμησις; τίς ἐγγύτης, ἢ τίς κοινωνία; ἀλλὰ λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,» ἄνθρωπος εἶναί σοι δοκεῖ, καλῶς· καὶ γὰρ ἔχει τὸ ἀνθρώπινον ἀνα μεμιγμένον ἡ παραγενομένη θεότης εἰς τὸν κόσμον. Ἀλλὰ μὴ διὰ τὸ κάλυμμα τῆς σαρκὸς ἀγνόει τὸν Θεὸν, τὸν εὐθὺς ἐπάγοντα περὶ ἑαυτοῦ, καὶ φάσκοντα· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρή σετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἀπέκλεισέ σοι τὴν συκοφαντίαν ὁ Κύριος· Θεὸν παραστήσας ἑαυτὸν καὶ ἐπὶ τῆς ἀνθρωπίνης μορφῆς ὑπὸ τοῦ Πατρὸς γινωσκόμενον μόνον, καὶ γινώσκοντα τὸν Πατέρα, καὶ τοῖς καταξιουμένοις ἀποκαλύπτοντα τὴν ἑαυτοῦ γνῶσιν καὶ τὴν τοῦ Πατρὸς, προσκαλεῖ ται ἡμᾶς πρὸς ἑαυτὸν, ἀνάπαυσιν ἐπαγγελλόμενος παρὰ ἑαυτῷ, καὶ ζυγὸν ἑαυτοῦ βαστάσαι παρακελευόμενος. Ταῦτα λέγων ἀπαμφιέννυσι τὴν θεότητα, ἑρμηνεύει τὸ κεκαλυμμένον διὰ τῆς μικρᾶς μορφῆς ὑπερβάλλον μέγεθος, τὴν ὑπερουράνιον ἐξουσίαν ἐπιδείκνυσι γηΐνῳ παραπεπετασμένην σώματι. Καὶ τί με δεῖ καταλέγειν μυρίας οὔσας θεϊκὰς φωνὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; δι' ὧν ἐκβάλλεται μὲν εἰκότως ἡ τοῦ Σαμοσατέως καινοτομία περὶ τοῦ Σω τῆρος, ὡς ὄντος ἀνθρώπου ψιλοῦ, συνεκβάλλεται δὲ καὶ ἡ τῶν μιμουμένων ἐκεῖνον ἀλόγιστος φλυαρία. Φέρε γὰρ, ἵν' ὀλίγων ἐπιμνησθῶμεν μαρτυριῶν, τίς ὁ τὰ τοιαῦτα λέγων· «Οὐ πᾶς ὁ λέγων μοι, Κύ ριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν;» Οὐκ ἀνθρώπου τὸ ῥῆμα, ἀλλὰ Θεοῦ 28.105 δεικνύντος τὴν γνησίαν ἀπὸ Πατρὸς γέννησιν, καὶ διὰ τοῦτο τὴν κυριολογίαν οὐκ ἀρνουμένου τὴν περὶ ἑαυτοῦ. Κύριος γὰρ ὁ ἐκ τοῦ μόνου γεγεννημένος Κυρίου, ὡς καὶ παρὰ Μωϋσῇ λέλεκται τό· «Ἔβρεξε Κύριος θεῖον, καὶ πῦρ παρὰ Κυρίου.» Καὶ ἄλλοτε πρὸς τοὺς ἀποστόλους φησὶν ὁ Σωτήρ· «Φωνεῖτέ με ὁ ∆ιδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ·» καὶ πάλιν, ∆εσπότην τῆς πατρῴας οἰκίας ἑαυ τὸν ἀποφαίνων, ὡς ἂν μονογενὴς Υἱός· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.» Οὐκοῦν ὅτι μὲν Θεὸς ὁ Κύ ριος τῶν ὅλων Ἰησοῦς Χριστὸς, ὡς ὢν ἐκ τοῦ Θεοῦ γεγεννημένος, δῆλον ἅπαντι· εἰπὼν δὲ, «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασι λείαν τῶν οὐρανῶν,» ἐπιφέρει καὶ τὸν Πατέρα σαφῶς ἡμῖν ἑρμηνεύων· «Ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.» Ἔχεις οὖν Υἱὸν, ἔχεις Πατέρα· μὴ φοβοῦ τὴν δυάδα· τῇ φύσει γὰρ οὐ διώρισται, οὐδ' ὁ τὰ δύο λέ γων ἀπηλλοτρίωσε τοῦ γεννήσαντος τὸ γέννημα· οὐδὲ διὰ τὴν ἑτέραν μανίαν τῶν ἀρνησαμένων μίαν εἶναι τὴν τῶν δύο θεότητα, διὰ τοῦτο καὶ δύο λέγειν φευκτέον. Εἷς Θεὸς, ὅτι καὶ Πατὴρ