1

 2

 3

 4

 5

3

θεοῦ ἐκπέσωμεν καὶ σελήνην ἄλλως τιμᾶσθαι παρὰ τὸ πρέπον κατεσκεύασεν. πολλοὺς ὠνόμασεν τοὺς μὴ ὄντας, ἵνα τοῦ ὄντος ἐκπέσωμεν· ἔστησε πρὸ ὀφθαλμῶν ἀρρένων γυμνὰς θηλείας ὡς θεούς, ἵνα οἱ ὀφθαλμοὶ γυμνὴν τὴν προσκυνουμένην ὁρῶντες ἐγείρωσιν καθ' ἑαυτῶν τὴν καθεύδουσαν ἡδονήν. οὕτως γοῦν ἐπιθυμίαν ὁρᾷ δι' ὁράσεως προβεβλημένην· καὶ γὰρ τοῖς ἰχθύσιν οὐ καθαρὸς ὁ χαλκὸς προβάλλεται ἀλλὰ διὰ τῆς τροφῆς κρυπτόμενος· καὶ νῦν ἀγάλματα χωνευθέντα πλάσμασι καὶ τέχναις περιεργαζεσθέντα φέρει γυμνά, κρύπτει ἐν αὐτοῖς τὰ ἔνεδρα, παρα δειγματίζει τὴν θηλείαν, παροξύνει τὴν ἡδονήν, σκανδαλίζει τοὺς ἄρρενας ἀφίστασθαι θεοῦ, ἀπωθεῖσθαι τὴν σωφροσύνην, ῥιζοῖ τὴν ἀσέλγειαν. τίς γὰρ γυνὴ τὴν νομιζομένην θεὰν γυμνὴν ὁρῶσα καλύπτεσθαι σπουδάζει ἢ τίς ὡς τελοῦσα ἑορτὰς μοιχείας θεοῦ αὐτῆς συνείδησιν ἀνδρὶ φυλάσσει;

6 Καὶ δέον κατακλᾶσαι τὰς παγίδας. προσεκύνησε μὲν τὰς ἐπιβουλάς· πῦρ ἐπὶ πῦρ τὰ ὑφ' αὐτῶν πλασθέντα καὶ ὑφ' αὐτῶν τοῖς τοίχοις γραφέντα, ἵνα πᾶσα τέχνη καθ' ἡμῶν, καὶ ἡ γραφικὴ καὶ ἡ πλαστικὴ δι' ὧν πλάττει, καὶ ἡ λαξεύουσα δι' ὧν λαξεύει, καὶ ἡ γεωργοῦσα· τοὺς καρποὺς ἐδίδου εἰς καῦσιν καὶ οἱ καλοὶ μόσχοι εἰς πρόσκομμα καὶ τὰ σκιώδη φυτὰ ἡμῖν εἰς πλάνην. καὶ πᾶσαν ἐπενόησε τὴν δημιουργίαν καθ' ἡμῶν, ἵνα διὰ πάντων μὴ φανῇ τοῦ σωτῆρος ἡ δύναμις. κἀμοὶ λεγέτωσαν οἱ Ἕλληνες πότερον ψευδεῖς οἱ μῦθοι ἢ ἀληθεῖς; ἐχέτωσαν τὰ αἰσχρά, οἷον ἀγαθὸν κεχάρισται ἡμῖν· οὐ τὰ τῶν προγόνων διακόπτωμεν, τὴν κακὴν κληρονομίαν διασύρωμεν αὐτήν· οἱ ἀπὸ δούλων ἐξευγενισθέντες οὐ κατοκνοῦσι πολλάκις τὴν δουλείαν τῶν πατέρων ἀνεκθέσθαι, ἵνα χάριν δῶσι τῷ ἐλευθερώσαντι. ὥσπερ καὶ οἱ ἀπὸ χειμῶνος διασωθέντες οὐκ ἀδήλως μνημονεύουσι τῶν περιστατικῶν δεινῶν καὶ ὥσπερ οἱ ἀπὸ νόσου ἐγερθέντες πρὸς τὸ εὐχαριστεῖν τῷ ἰατρῷ τὴν κάκωσιν ἐξηγοῦνται, εἴπωμεν ποίοις κατειχόμεθα, ἵνα γνῶμεν τὸ μέγεθος τῆς χάριτος. εἰ ψευδεῖς οἱ μῦθοι, χάρις τῷ ἀπαλλάξαντι τὸ ψεῦδος· εἰ δὲ ἀληθεῖς οἱ μῦθοι, χάρις τῷ σώσαντι. εἴτε γὰρ ἐψεύσατο ὁ εἰπὼν ὅτι οὐρανὸς ἐγέννα, εἴτε ὁ υἱὸς αὐτοῦ ἀπέκοψεν αὐτόν, τί δίδωσιν αὐτῷ πάθος. εἰ γὰρ ὁ υἱὸς ἀπέτεμεν τὸν πατέρα, οὔτε ὁ πατὴρ θεὸς ὁ παθὼν οὔτε ὁ ἀποκόψας υἱός, δράσας ἃ οὐ ποιοῦσιν ἡμέτεροι υἱοί. αὐτοῦ, φησίν, κατέπιεν παῖδας, ἵνα μὴ ὃ ἐποίησεν πατρὶ πάθῃ ὑφ' ὧν ἐγέννησε, καὶ κατέπιε θεὸς λεγόμενος οὓς ἐγέννα· καὶ μήτηρ φεισαμένη υἱοῦ ἔδωκεν λίθον, ὁ δὲ λάβρως σπεύδων τὸν παῖδα καταπιεῖν οὐκ ᾔσθετο λίθου ἢ υἱοῦ.

7 Αἰσχρὰ ταῦτα καὶ αἰδοῦμαι λέγων, ὅτε δὲ ἦλθεν φῶς, ἅπερ γε νῦν αἰσχυνόμεθα ἐλθούσης ἡμέρας αἰδούμεθα. συγχαίρω ὑμῖν καὶ συνευχαριστῶ ὅτι οὓς προσεκύνουν ὑμῶν οἱ πατέρες καὶ οἱ πρόγονοι διὰ στόματος λέγειν κατοκνεῖτε καὶ ἀκούειν δι' ὤτων οὐκ ἀνέχεσθε. ἐπεὶ τοίνυν τοσαύτη γέγονε μεταβολή, εἴπωμεν τί ἐμισήσαμεν καὶ εὐχαριστήσωμεν τῷ ἀγαπήσαντι πᾶσαν μεταβολήν. περιέθηκεν τῷ λεγομένῳ πατρὶ θεῶν καὶ ἀνδρῶν κατὰ τοῦτο, ἵνα πολλὰς παρθένας διαφθείρῃ. καὶ ἐκεῖνοι μὲν οἱ λεγόμενοι θεοὶ διέφθειραν παρθένους, ὁ δὲ καί πως παρθένους τηρεῖ ἕως γήρους· καὶ ὁ μὲν παρὰ φύσιν κατῆλθεν, ὁ δὲ ὑπὲρ φύσιν ἀνῆλθεν. ὅτι δὲ ταῦτα τὰ πράγματα ψευδῆ ... εἰ γὰρ ἐγέννων θεοὶ τότε, τί παθόντες νῦν οὐ γεννῶσιν; ἆρα ἐγήρασαν καὶ οὗτοι ἢ τεθνήκασιν καὶ τίς ὁ σωφρονήσας; ἀλλ' ἆρα γεννῶσιν καὶ νῦν καὶ τοσοῦτοι οὐ φαίνονται; εἰ γὰρ ἀθάνατοι γεννῶσιν ἐνεπλήθησαν ἂν τὰ σύμπαντα, μὴ τοῦ θανάτου συγκόπτοντος τοὺς γεννωμένους· ἀλλ' οὔτε ἐγέννων οἱ μὴ ὄντες, οἱ δὲ ποιηταὶ καλὰς λέξεις συνθέντες κακὸν ψεῦδος ἐνέθηκαν. ἐξ οὗ γὰρ ἐπαύσαντο οἱ ποιηταί, οὐ φαίνονται γενέσεις θεῶν· καὶ εἰ μὲν ἦσαν τοιοῦτοι ἐξ ἀρχῆς τὰς παρθένους τὰς παρὰ ἀνθρώποις περιεργαζό μενοι, τί παθόντες ἐν τοσούτῳ αἰῶνι ἐξ οὗ οἱ ἄκροι τῶν ποιητῶν ἐλήρησαν; ἆρα οὐκ εἶδον παρθένον καλὴν ἐπὶ τῆς γῆς· ἆρα οὐκ ἐκινήθη ἡ ἐπιθυμία αὐτῶν; οὐκέτι εἰς ταῦρον μετέβαλεν, οὐκέτι χρυσὸς εἰς