1

 2

 3

 4

 5

2

ἀσέβειαν, αἰσχρὰ φθεγγόμενοι καὶ πάσχοντες. καὶ πάντα ἐνδέδωκε τῇ ἡδονῇ, ἵνα μὴ ζητηθῇ ὁ τῆς σωφροσύνης ἔκδικος, ἐπειδὴ γὰρ ἑώρα ὅτι συντείνει εἰς τὸ θεῖον ἡμῶν ἡ ψυχή, εἰσάγει μὴ ὄντας θεούς, ἵνα τοῦ ὄντος ἐκπέσωμεν καὶ τούτοις περιτίθησι μοιχείας, ἵνα μὴ ἀσκήσωμεν σωφροσύνην.

3 Τίς γὰρ ἀκούων ὅτι θεὸς κατὰ τὸν μῦθον, -εἴπερ γάρ εἰσι λεγόμενοι θεοί, - ἀλλὰ δὴ τίς ἀκούων ὅτι θεός τις ὢν καὶ πρῶτος θεῶν ταῦρος γέγονεν, ἵνα παρθένον συλήσῃ καὶ πάλιν χρυσός, ἵνα κόλπους ἐρημώσῃ καὶ πάλιν ἀετός, ἵνα νεανίαν εἰς παρὰ φύσιν ἡδονὴν ἁρπάσῃ, τίς οὐκ ἀνάσχηται μιμεῖσθαι ὃν προσκυνεῖ. εἰ γὰρ ὁ προσκυνούμενος μεταβάλλει τὴν φύσιν, ἵνα φθείρῃ ψυχὴν ἢ ὁ ἄνω λεγόμενος κατέρχεται διὰ ἀσέλγειαν, τί πάθωσιν οἱ κάτω κυλιόμενοι, μιμούμενοι τὸν προσκυνούμενον. ἡδονῆς δὲ ἐπεισαχθείσης τῇ ψυχῇ ἐσκότωται πρὸς διάγνωσιν τῶν πραγμάτων· ὥσπερ κονιορτοῦ ἐμπεσόντος ἐν τῷ ὀφθαλμῷ ἀπεστέρηται ἡ ὄψις τοῦ διακρίνειν, οὕτως πάθους ἐμπεσόντος τῇ ψυχῇ οὐδὲν διακρίνει ἡ παθοῦσα καὶ ὥσπερ ἡ τοῦ κυβερνήτου τέχνη ἐπελθόντος χειμῶνος ἀπόλλυται, οὕτως ἐπερχομένων παθῶν τῇ ψυχῇ ἥττηται ὁ λογισμός. ὅσα κακὰ ὁ διάβολος περιεργάσατο, ἵνα γνώσθῃ, ὅσα ὁ θεὸς ἀγαθὰ διὰ Χριστοῦ ἐχαρίσατο· ὅταν γὰρ φανῇ ἡ προλαβοῦσα ἡμᾶς νόσος διὰ τὴν ἐπιβουλήν, ἡ χρονία ἐκείνη καὶ πολυπαμποίκιλος φανήσεται τοῦ ἰατροῦ ἡ δύναμις.

4 Πάντα ἐκίνησε καθ' ἡμῶν ὁ διάβολος· τὰ μὲν ἕκοντα, τὰ δὲ ἄκοντα. οὐρανὸν καθ' ἡμῶν οὐκ ἕκοντα, οὐ γὰρ θέλει ὁ οὐρανὸς προσκυνεῖσθαι ἀλλὰ μηνύειν τὸν προσκυνούμενον. ὃ δὲ μὴ βούλεται οὐρανὸς προσχαρισάμενος τῷ μὴ θέλοντι καὶ συκοφαντήσας τὸ δημιούργημα πρὸς τὸ προσκυνεῖσθαι ἀπεστέρησεν· ὅσον ἐπ' αὐτὸν τὸν προσκυνούμενον τοῦ προσκυνεῖσθαι ἀπεστέρησεν ὅσον ἐπ' αὐτόν ... οὐ γὰρ θεὸς ταῦτα ἀπαιτεῖ, ἡμᾶς δὲ ὠφελεῖ, -ἐνέπλησεν ἡμῶν τὰς καρδίας μύθων, ἵνα μὴ δεξώμεθα τὴν ἀλήθειαν. πολλοί, φησί, θεοὶ καὶ μὴ ζητείσθω ὁ εἷς· καὶ γλυκεῖα ἡ ἡδονή, παροράσθω ἡ σωφροσύνη· καὶ οἱ θεοί, φησίν, ἀσεβοῦσιν, μὴ ζήτει τὸ σεμνόν· καὶ οἷς δέδωκεν ἡμῖν ὁ θεὸς καλοῖς, τούτοις ἐχρήσατο καθ' ἡμῶν οὐ κατὰ τὸν θεόν. καλός, φησίν, ὁ χρυσός, χωνευέσθω εἰς ψεῦδος καὶ ὁ ἄργυρος γινέσθω ἄγαλμα εἰς ἀπάτην καὶ οἱ λαμπροὶ λίθοι εἰς ἄλλην ἐπίνοιαν καὶ τὰ σύνδενδρα ἀφοριζέσθω δαίμοσι καὶ πηγαὶ ἀνατιθέσθωσαν ἀλλήλοις καὶ οἱ ποταμοὶ ἑτέροις καὶ ἡ θάλασσα ἄλλοις.

5 Ὀκνῶ λέγειν, συνείσασιν δὲ οἱ εἰδότες· ἐσπούδασεν ἀλλοτριῶσαι τὰ δημιουργήματα, ἐπενόησε ταῦτα. ὑπηκούσαμεν ἡμεῖς, οὐ γὰρ ἀνάγκη ὅτι ἡμᾶς εἵλκυσεν, ἀλλὰ πείσας ἔλαβεν, ὥσπερ οἱ εὐγενεῖς τῶν παίδων ὑποφθεί ρονται, διὰ γλυκέων τινῶν ἀπὸ τῶν γονέων ἀποσυλῶνται. οὕτως καὶ ὁ διάβολος εἰς παράδεισον εἰσελθὼν ἔδειξεν ὅτι καλὸν τὸ δένδρον καὶ ἐνέβαλεν ἰόν, τοῖς γὰρ καλοῖς ἀναφύεται φθόνος. εἰ δὲ ἄνθρωπον ἐν παραδείσῳ διαίτημα ἀγγέλων ἔχοντα, φιλούμενον ὑπὸ τοῦ πλάσαντος, τετιμημένον ὑπὸ τοῦ δημιουργήσαντος ... πάντα εἶχεν δεδομένα τῷ ἀνθρώπῳ εἰς λειτουργίαν, πάντα εἰς ὑπηρεσίαν, οὐκ ἤνεγκεν τοῦ ἀνθρώπου τὴν εὐπραγίαν καὶ προσῆλθεν ὡς φίλος, ἔδρασε δὲ τὰ τῶν ἐχθρῶν, διέβαλε τὸν πλασθέντα πρὸς τὸν πλάσαντα, ἔπειθε παρακούειν. ἵνα αὐτὸς πιστεύθῃ, ἔδει τὸν θεὸν ὀργισθῆναι εἰς αὐτοὺς δημιουργήσαντα καὶ ὁ εὐεργέτης οὐκ ἐπιστεύθῃ, ὁ δὲ σύνδουλος προεπιστεύθῃ· καίτοι προησφαλίσατο ὁ θεὸς καὶ ἠπείλησε θάνατον, ἐὰν παρακούσῃ, οὐχ ἵνα ἀποθανῇ, ἀλλ' ἵνα μὴ παρακούσας μὴ ἀποθανῇ. ὁ δὲ ἐξαπατήσας καὶ πείσας καὶ λαβὼν αἰχμάλωτον τὸν ἄνθρωπον καὶ ... ἐπειδὴ ἔλαβεν, ἐπέσφιγξεν αὐτῷ τὰ δεσμά, ἐπλήθυνεν αὐτῷ τὴν ἀπάτην, ἵνα μήποτε τῆς κακουργίας αἰσθανόμενος ζητήσῃ τὸν εὐεργέτην. διὰ τοῦτο διὰ τὰ τοιαῦτα ἐξήπλωσεν αὐτῷ ὁ διάβολος δίκτυα· ἔδειξεν οὐρανὸν καὶ φησίν, προσκυνεῖτε, καὶ ἥλιον θεοποιεῖ, ἵνα