1

 2

 3

 4

 5

5

9 Ζητῶ αὐτοῦ τὴν ἐπαγγελίαν, ἐπισκέψομαι τὰς πράξεις· οὐ γὰρ τὸ λέγειν καλὰ ζητεῖται, ἀλλὰ τὸ μετιέναι ἀλήθειαν. ὅταν ἀκούω ὅτι ναός ... εὐθὺς ἐταπεινώθη μὲν ἡ διάνοια ... εἰ ναὸν ἔχει θεὸς ἐπὶ γῆς καὶ χαμαί, καὶ οὐρανῶν ἐπέκεινα. ζητῶ γὰρ κατ' ἐπαγγελίαν τὰ πράγματα. εἰ θεός, τί ζητεῖς ἐπὶ γῆς, καίτοι καὶ ἐπὶ γῆς θεός, ἀλλ' οὐκ ἐν κοιτῶνι κεκλεισμένος, οὐκ εἰς ἄγαλμα συνδεδεμένος, οὐδὲ κακούργοις ὑποτιθείς, οὐδὲ μαγίᾳ κατακλεισθείς· εἰ γὰρ οὐκ ἀφ' ἡμῶν κατεσκιώθη ἀλλ' ὑφ' ἡμῶν ἐγυμνώθη, ἴδωμεν τὰ κρυπτόμενα καὶ γνῶμεν τὰ ἐλεγχόμενα. ἐπεὶ τοίνυν ἐπαγγέλλονται θεὸν καὶ θεούς, δότωσαν τὴν ἐπαγγελίαν, μὴ δειξάτωσαν ἡμῖν ναοὺς ἀλλὰ οὐρανοὺς ἐπέκεινα, μὴ ἐκχέτωσαν αἷμα, μὴ καπνίζωσι τὰ ἀγάλματα, ὁ μάντις μὴ μαινέσθω· εἰ γὰρ θεὸς ἐνεργεῖ, μὴ πιπτέτω, ἀλλὰ καὶ πεσὼν ἀναστήτω· μὴ παραφρονείτω ὁ λέγων τὰ μέλλοντα, μὴ ἀγνοείτω τὰ παρόντα· εἰ γὰρ ἔκφρων γίγνεται καὶ ταῖς διανοίαις ἐκπίπτει καὶ τὰ παρόντα οὐχ ὁρᾷ, σχολῇ ἐπιγινώσκει τὰ μέλλοντα.

10 Βούλομαι πάντα λέγειν, ἵνα πᾶσαν ὁμολογήσωμεν τὴν χάριν, ἀλλὰ χρονίαν καὶ πολλὴν οὐ μιᾶς ἡμέρας καθ' αἵρεσιν κατησχέθημεν τοῖς μύθοις· ἐβαρήθημεν τῷ ψεύδει, οὐκ ἐδυνάμεθα ἀνανῆψαι. ἦλθεν Ἰησοῦς ὁ δυνάμενος πάντα βαστάσαι. τί γὰρ θέλεις; ἐξετάσω τοὺς μύθους; αἰδοῦνται οἱ γράψαντες, αἱ ἀλληγορίαι οὐκ ἐθεράπευσαν τοὺς μύθους οὐδὲ τῶν σοφῶν τὰ δόγματα· οὐδέπω ἐπαύσαντο μαινόμενοι. ὅταν νικῶντες πείσωμεν, τότε εἰ ἄρα πεισθησόμεθα .... ... ἀλλ' ἐάσωμεν τὰ κακά; †ἐπειδὴ ἐλευθερώσας οὐρανοῖς† καὶ ἀφέντες τοὺς μύθους, δεξώμεθα τὴν ἀλήθειαν καὶ ἀποστάντες μολυσμάτων, δεξώμεθα τὴν ἀγαθωσύνην καὶ ἀποστάντες τῶν μὴ ὄντων θεῶν, προσκυνήσωμεν τῷ ὄντι θεῷ, ἀπαρνησώμεθα τὸ σκότος, ἀγαπήσωμεν τὸ φῶς, ἀπορρίψαντες τὴν μέθην ἀγαπήσωμεν νηστείαν, καταγνόντες ἀσελγείας ἀσκήσωμεν σωφροσύνην. πῶς εὐχαριστήσωμεν, πῶς πληρώσωμεν τὸν λόγον, πῶς δὲ σιωπήσω; οὐκ παύεται Ἰησοῦς εὐεργετῶν, ἔτι καὶ νῦν σώζει ἀλλὰ τῇ εὐεργεσίᾳ συναύξει καὶ ἡ εὐεργεσία οὐ παύεται εὐεργετῶν, ἵνα μὴ παυσώμεθα εὐχαριστοῦντες. ἔτι καλεῖ, ἔτι σώζει, ἔτι φωτίζει, ἔτι νουθετεῖ-ὁ χθὲς προσκυνῶν γυναῖκα γυμνὴν νῦν ὁμολογεῖ θεόν-καὶ διαμαρτυρῶν φωτίζει καὶ διὰ εἰρήνης παιδεύει καὶ διὰ διωγμῶν στηρίζει καὶ διὰ σταυροῦ νενίκηκεν καὶ διὰ θανάτου ἔσωσεν καὶ διὰ κατάρας ἐλευθέρωσε τὴν κατάραν καὶ πάντα πεποίηκε καὶ ἀνέλυσεν ἡμῖν τὴν ἄνωθεν ἐπιβουλήν. ἐπεὶ τοίνυν οὔτε τὴν κακίαν τοῦ ἐπιβουλεύσαντος δυνάμεθα καταξίαν διηγήσασθαι οὔτε τὸ μέγεθος τοῦ εὐεργετήσαντος οὗ διὰ χάριν ἐφύγαμεν τὰ κακά, εὐχαριστήσαντες, οὐχ ὅσον ὀφείλομεν ἀλλ' ὅσον δυνάμεθα, καὶ συναγώμεθα, ἵνα ἀκουσθῶμεν καὶ προσέχωμεν, ἵνα πιστωθῶμεν. μὴ ἀθετήσῃς τὴν χάριν· οὐχὶ ἄνθρωπος κέκληται· οὐχ ὅμοιός σου ἐδίδαξεν οὕτω ἐπὶ γῆς, ἀλλὰ ἄνωθεν θεός, ὁ πρὸ αἰώνων υἱός, ὁ πρὸ χρόνου μονογενής, ὁ ἐν δόξῃ παρὰ πατρί, ὁ πάντων δεσπότης, ὁ τῶν ὅλων κρίτης ἐκρίθη διά σε, ἵνα σὺ ὑψωθῇς. εἰ οὖν πάντα σοι ἐχορήγησεν, διὰ πάντων εὐχαρίστει τῷ θεῷ τῷ παναγίῳ τῷ ποιήσαντι† ἐξ ἀρχῆς καὶ τιμήσαντι καὶ τῷ μετὰ ταῦτα πεποιηκότι†, δι' οὗ ἐποίησεν καὶ ἀνενέωσεν καὶ σώζει, δόξα, κράτος, τιμὴ σὺν ἁγίῳ πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.