1

 2

 3

 4

 5

4

κόλπους, οὐκέτι ἡ παρθένος φεύγει, ὁ δὲ διώκων διώκει καὶ ἡ μὲν παρθένος κατὰ τὸν μῦθον τῇ σωφροσύνῃ ἐπερειδομένη ἔφυγεν, ὁ δὲ λεγόμενος θεὸς τῇ ἀσελγείᾳ ἐκλυόμενος οὐ κατελάμβανεν; ἐπειδὴ δὲ ἡ μὲν παρθένος ἔφυγεν, ἵνα μείνῃ παρθένος, ὁ δὲ θεὸς ἐδίωκεν, ἵνα συλήσῃ τὴν ἄνθρωπον-αἰσχύνομαι λέγειν, ἀνάγκη δὲ εἰπεῖν. ἔτι δὲ καὶ φωτὸς ἀνατείλαντός τινες ἀναισχυντοῦσιν καὶ ἀγανακτοῦσιν ἐν ἀγάλμασιν αἰσχροῖς καὶ θέλουσι ναοὺς μὲν εἶναι ἐν οἷς ταῦτα τα μιεύονται ... καὶ χρήσιμα τὰ λείψανα, ἵνα μάθωμεν τίνων ἀπηλλάγμεθα. ὁ δὲ διώκων θεὸς ἐκ τῶν ἔργων γνωσθήσεται. Ἰωσὴφ νέος ὢν καὶ δουλεύων παρ' ἀξίαν ἐπαγγελλομένης τῆς δεσποίνης καὶ βιαζομένης καὶ ἑλκούσης ἀφῆκεν τὸν χιτῶνα καὶ ἔφυγεν σεμνῶς· καὶ ὁ μὲν σεμνὸς ἄνθρωπος μᾶλλον μετὰ σωφροσύνης εἰς δεσμωτήριον καὶ μετὰ σεμνότητος ὡς δοῦλος ἢ μετὰ ἀκολασίας δεσπότης· ὁ δὲ λεγόμενος θεὸς τῶν ψευδωνύμων ἐδίωκε παρθένον καὶ οὐ κατελάμβανεν. ῥώννυσι γὰρ σωφροσύνη καὶ θηλείαν, ἐκλύει γὰρ καὶ ἄρρενας ἡδονή· ὡς δὲ ἤγγιζεν ἡ γῆ καὶ αὐτὴ θεὸς λεγομένη, οὖσα δὲ ὅ ἐστι, φεισαμένη τῆς παρθένου κατὰ τὸν μῦθον-οὐδὲν γὰρ τούτων ἀληθές- καὶ καταγνοῦσα τοῦ διώκοντος μετέβαλεν εἰς φυτόν, φησίν, τὴν παρθένον, ὁ δὲ καὶ μεταβληθείσης τῆς παρθένου οὐ συμμετέβαλεν τὴν ἐπιθυμίαν ἀλλὰ κλάδον ἀποδρέπεται καὶ τὴν ἡττηθεῖσαν κεφαλὴν ἀπὸ τῆς νικησάσης στέφει. καὶ μηνύω γοῦν τοὺς στεφάνους τοὺς ἐν ἀγῶνι τοῖς νικῶσι· χορηγοῦντες τοῦ ἡττηθέντος σύμβολον φέρουσιν ἐπὶ τὴν κεφαλὴν στέφανον ∆άφνης, στεφάνωμα τοῦ νικηθέντος, οἱ νῦν νικᾶν δοκοῦντες. ἐπειδὴ δὲ ταῦτα ψευδῆ, χάρις τῇ ἀληθείᾳ ὅτι ἐρρύσθημεν. εἰ δὲ ταῦτα ἀληθῆ, ἐχέτωσαν τὴν αἰσχύνην οἱ σπεύδοντες. εἰ γὰρ οἱ ἄνθρωποι ταῦτα ἔπλασαν, αἱ δὲ θεραπευόμεναι δυνάμεις τούτοις οὐ χαίρουσιν, μὴ οἰκέτωσαν τοὺς ναοὺς αἱ συκοφαντούμεναι· εἰ γὰρ ψεύδεται τὸ ἄγαλμα τὴν ἱστορίαν, μηδὲν παρεδρευέτω τῷ ψεύδει. εἰ τοίνυν οὐ παρεδρεύει, μάτην προσκυνεῖς· εἰ δὲ τούτων οὕτως γινομένων παρεδρεύει, τούτοις χαίρει, οἱ δὲ τούτοις χαίροντες δαίμονες μισεῖσθαι καὶ οὐ προσκυνεῖσθαι ἄξιοι.

8 Τί δ' ἂν εἴποις περὶ αἱμάτων ἐκχύσεως, τί δὲ περὶ καπνοῦ, τί δὲ περὶ τῆς δυσωδίας; οἱ προσκυνοῦντες ἀποφράττουσι τὰς ῥῖνας καὶ οἱ προσκυνούμενοι δέχονται. καὶ ἐπὶ μὲν τῆς οἰκίας σου ῥανίδα αἵματος οὐ βούλει ἰδεῖν, ἐν δὲ τοῖς ναοῖς μυριάδας καὶ χιλιάδας· καὶ ἐν μὲν τῇ οἰκίᾳ σου αὐλὸν οὐ θέλεις ἠχῆσαι, ἐν δὲ ταῖς ἑορταῖς καταυλοῦσι· καὶ τὴν μὲν θυγατέρα σου αἰσχρὰ φθέγγεσθαι οὐ βούλει, αἰσχρὰς δὲ ᾠδὰς ἐν τοῖς ναοῖς ᾄδουσι· καὶ τὴν γυναῖκά σου γυμνὴν οὐ θέλεις τινὰς θεάσασθαι, ἀλλ' οὐδὲ σεαυτόν, ὡς ἔξεστιν, τὴν δὲ θεὰν γυμνὴν προσκυνεῖς, κακὸν ὑπόδειγμα σωφροσύνης· καὶ δοῦλον προδιδόντα τὴν φύσιν κτήσασθαι οὐ προαιρήσει-δεῖ γάρ, ὡς προείρηται, σεμνοτέρᾳ χρήσασθαι τῇ γλώττῃ-τὸν δὲ ἁρπαγέντα νεανίαν εἰς παράχρησιν τοῦτον προσκυνεῖς· καὶ δούλην μὲν πορνεύουσαν οὐκ ἀνέχῃ κτήσασθαι, τὴν δὲ ἀσκοῦσαν πορνείας ταύτην προσκυνεῖς. ἡ δὲ ἀπολογία κατηγορίας χείρων καὶ τὸ φάρμακον τοῦ ἕλκους πικρότερον, ὅτε γὰρ ταῦτα ἐγκαλοῦμεν, τί ἀπολογοῦνται; οἴδαμεν καὶ ἡμεῖς, φησίν, ὅτι οὐ θεοί ποτε ... μαθόντες ὅτε ἥλιος ἄνισχεν. οὐκ εἰσὶ θεοὶ καὶ τί προσκυνεῖς; οἰκεῖοι, φησί, τοῦ θεοῦ· ἡ ἀπολογία ὅτι οἰκεῖοι τοῦ θεοῦ. μὴ λάθῃ δέ σε τὸ ψεῦδος· ὃς γὰρ ἄνδρα ἐδημιούργησεν, ἀνδράσι ... οἱ γὰρ τοῦ θεοῦ οἰκεῖοι οὐχ ὑβρίζουσιν οὐδὲ τοῦ κτίσαντος τὴν δημιουργίαν παραφέρουσι, ὡς μήτε ἄνδρα ἐᾶσαι ... καὶ εἰς γυναῖκα μὴ περιπεσεῖν .... ... δείκνυται δι' ὧν ἐργάζεται ἐχθρὰ καὶ οὐκ οἰκεῖα. θεὸς γάμους ἐχαρίσατο εἰς διαδοχὴν καὶ παραμυθίαν τῶν θνητῶν, ἵνα νοσοῦντες θεραπεύωνται ἄνθρωποι καὶ γυναῖκες τύχωσι τῆς φιλανθρωπίας, ἡ δὲ τὴν πορνείαν ἀσκοῦσα δαίμων τὰς σεμνὰς παραφθείρασα ἀλλότρια καὶ οὐκ οἰκεία, ὥσπερ γὰρ βασιλέως σεμνοῦ οὐχ οἱ ἀκόλαστοι οἰκεῖοι, ἀλλ' οἱ σεμνοί.