De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῦ Αὐγουστέως ἵστανται οἱ νιψηστιάριοι, βαστάζοντες τὰ χρυσᾶ καὶ ἐκ λίθων τιμίων κατεσκευασμένα χερνιβόξεστα, καὶ ἵστανται οἱ δεσπόται εἰς τὴν Χρυσῆν Χεῖρα, ἤγουν εἰς τὸν πόρτηκα τοῦ Αὐγουστέως ἔξωθεν τῆς μεγάλης πύλης· κἀκεῖσε γὰρ καὶ οἱ τοῦ Χρυσοτρικλίνου παρίστανται. Καὶ δὴ διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος τὴν κεφαλὴν 1.7 ὑποκλίνας τοῖς δεσπόταις, διὰ τῆς οἰκείας χλανίδος νεύει τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι· τέσσαρες γὰρ ὀστιάριοι τὰς χρυσᾶς ἐκ λίθων τιμίων ἠμφιεσμένας βαστάζουσι βέργας. Καὶ ἐξέρχεται, καὶ εἰσάγει τούς τε μαγίστρους ἀνθυπάτους τε καὶ πατρικίους στρατηγούς τε καὶ ὀφφικιαλίους καὶ κλεισουράρχας, καὶ τούτων κατὰ τὸ εἰωθὸς προσκυνούντων τοὺς δεσπότας καὶ κατὰ τὰς οἰκείας ἱσταμένων τάξεις, διὰ νεύματος τοῦ βασιλέως λέγει ὁ πραιπόσιτος εὐήχως πως καὶ ἐναρμονίως· Κελεύσατε. Καὶ δὴ τούτων ἐξιόντων, δηλονότι μετὰ καὶ τῶν δεσποτῶν, πάλιν ἐν τῷ Ὀνοποδίῳ, ἔνθα ὁ τῆς βίγλης δρουγγάριος καὶ τοῦ πλωίμου ἵστανται, μετὰ καὶ τῶν βασιλικῶν σπαθαρίων τῶν βασταζόντων τὰ βασιλικὰ ἄρματα, πίπτουσι κἀκεῖσε οἵ τε μάγιστροι καὶ οἱ λοιποί, καὶ ἀπευχαριστοῦσι τοὺς δεσπότας, δηλονότι τοῦ τῆς καταστασέως ἐν τῷ μέσῳ ἑστῶτος, καὶ διὰ νεύματος τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος διὰ τῆς αὐτοῦ χλανίδος τῷ τῆς καταστάσεως, καὶ λέγει· Κελεύσατε. Καὶ ἀπὸ τῶν ἐκεῖσε συνεξίασι τοῖς δεσπόταις οἵ τε μάγιστροι καὶ οἱ λοιποὶ ἕως τοῦ μεγάλου Κονσιστωρίου, ἐν ᾧ ἵστανται ὅ τε τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς καὶ ἡ τοῦ Μωσέως ῥάβδος· καὶ μὴν ὅ τε πρωτοασηκρήτης καὶ ὁ πρωτονοτάριος, μετὰ τῶν ἀσηκρήτων καὶ βασιλικῶν νοταρίων καὶ λοιπῶν σεκρετικῶν νοταρίων τε καὶ χαρτουλαρίων καὶ δὴ πάντων ἐκεῖσε ἀθροιζομένων, καὶ τῶν δεσποτῶν ἱσταμένων ἄνωθεν τοῦ πουλπίτου ἔμπροσθεν τοῦ καμελαυκίου, πάλιν διὰ νεύματος τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ (ἐκεῖσε γὰρ ἐν τῷ μέσῳ τοῦ Κονσιστωρίου ἵστανται οἱ σιλεντιάριοι), καὶ λέγει μεγάλως· Κελεύσατε. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται ἕως τοῦ τρικλίνου τῶν κανδιδάτων (ἐκεῖσε γὰρ ὁ τοῦ Κυρίου ἵσταται κλῆρος), καὶ ἀσπάζονται οἱ δεσπόται τὸν σταυρὸν τοῦ Κυρίου, 1.8 δηλονότι ὑπὸ τοῦ σκευοφύλακος τῆς αὐτῆς ἐκκλησίας προσφερομένου τοῖς δεσπόταις. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται ἀπερχόμενοι ἐν τῷ ὀκτακιόνῳ θόλῳ, ἤγουν εἰς τὴν πρώτην Σχολήν, ὅνπερ τὴν παλαιὰν καλοῦσι χαραγήν, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου κατεσκευασμένος περικαλλὴς σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Καὶ πάλιν ἀπὸ τῶν ἐκεῖσε διέρχονται διὰ τοῦ τρικλίνου τῶν Ἐκσκουβίτων· ἐκεῖσε γὰρ ἵστανται στιχηδὸν δεξιὰ καὶ ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις, τοὺς δεσπότας ἐκδεχόμενα, τά τε ῥωμαϊκὰ σκῆπτρα τὰ λεγόμενα βῆλα, ὁμοίως καὶ τὰ εὐτύχια καὶ τὰ ἕτερα σκῆπτρα, πρὸς τούτοις τὰ σκεύη τῶν προτικτόρων καὶ σινατόρων, καὶ τὰ σκεύη τῶν δρακοναρίων, λάβουρά τε καὶ καμπηδηκτόρια, μετὰ καὶ τῶν βάνδων, τοῦ συμπορεύεσθαι τοῖς δεσπόταις. Ἐν δὲ τῷ αὐτῷ τρικλίνῳ τῶν Ἐκσκουβίτων, ἐν τῷ εὐωνύμῳ μέρει ἵστανται ἐπὶ μακρῷ σκάμνῳ· πρώτη τάξις, οἱ τοῦ κοιαίστωρος καγκελλάριοι μετὰ καὶ τοῦ αὐτῶν δομεστίκου, ῥωμαΐζοντες τὰ τῇ ἑορτῇ ἁρμόζοντα· δευτέρα τάξις, ἵστανται καὶ αὐτοὶ ἐπὶ μακρῷ σκάμνῳ οἱ λεγόμενοι διπανῖται, καὶ αὐτοὶ τὰ εἰωθότα εὐφημοῦντες· καὶ τρίτη τάξις, ἵστανται ἐπὶ μακρῷ σκάμνῳ οἱ νομικοί, καὶ αὐτοὶ τὰ εἰωθότα ἐπευχόμενοι τοὺς δεσπότας. Καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται εἰς τοὺς Λύχνους, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου ἕτερος κατεσκευασμένος σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ γίνεται ἐκεῖσε ἐν τῷ Τριβουναλίῳ, πρώτη δοχή, ἤγουν εἰς τοὺς Λύχνους, δηλονότι εἰς τὴν καμάραν ἱσταμένων τῶν βασιλέων, δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, 1.9 ἤγουν ὁ δομέστικος τῶν σχολῶν μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ ἐπιδίδωσιν ὁ δημοκράτης, ἤγουν ὁ δομέστικος, τὸ λιβελλάριν τὸν δεσπότην, ἀφικόμενος δηλονότι ὑπὸ τοῦ τῆς καταστάσεως πρὸς τὸν βασιλέα, ὁ δὲ βασιλεὺς ἐπιδίδωσι τοῦτο τῷ πραιποσίτῳ, καὶ ἀκτολογοῦσιν ἐκεῖ οἱ τοῦ μέρους, ἤγουν ὁ δῆμος, κατὰ τὸ εἰωθός, τοὺς δεσπότας· ἐν δὲ τῷ ἀκτολογεῖν τὸν δῆμον ὁ δομέστικος κατασφραγίζει τοὺς δεσπότας κατὰ τὴν εὐφημίαν τοῦ δήμου· αὐτὸ γὰρ τὸ Τριβουνάλιον κατακοσμοῦσιν οἵ τε βεστιοπράται καὶ ἀργυροπράται διά τε βλαττίων καὶ λοιπῶν ἐντίμων ἁπλωμάτων τε καὶ πέπλων, καὶ μὴν διά τε χρυσῶν καὶ ἀργυρῶν παντοίων σκευῶν τοῦτο καταγλαΐζουσιν· ἐν γὰρ