τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυϊ τῆς Βαβυλῶνος ἄρχοντι, καὶ συνεδρίτης ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλδαίων γένους, (ἱερεῖς δ' οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμήν) συντίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ τά τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. ἀστρονομώτατοι δὲ 5 πάντων ἦσαν Βαβυλώνιοι καὶ σοφίᾳ καὶ μαντικῇ τῇ τε δι' ὀνειράτων καὶ τεράτων προύχοντες πάσῃ τε ὡς εἰπεῖν τῇ ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ. καὶ δὴ καὶ τότε ὁ Βελέσυς τῷ Ἀρβάκῃ διαλεγόμενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύω ἵπποι ἐξεφατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐτόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέσθαι· τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε, καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπιφέρεις; τὸν δὲ ἀποκρίνασθαι· φθονῶ αὐτῷ· μέλλει γὰρ βασιλεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανάπαλλος. ταῦτ' ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ [εἰ] δή τι πλεῖον τὰ θεῖα εἰδὼς συμβάλλει τὴν τοῦ ὀνείρου φήμην καὶ κελεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλησίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. ἰόντων δὲ καὶ πολλὰ λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βελέσυς· ἄγε δή, ὦ Ἀρβάκη, εἰ σὲ θείη σατράπην Κιλικίας Σαρδανάπαλλος ὁ δεσπότης, τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ; ὁ δ' ἀποκρίνεται· τί μου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ' ἄν με σατράπην Κιλικίας θεῖτο ἄλλους ἐμοῦ κρείττους παρελθών; καὶ ὅς· ἀλλ' εἴ γε δοίη, πλέον γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί; κἀκεῖνος· οὔτι μέμψῃ, ἔφη· μεθέξεις γὰρ τῆς ἀρχῆς οὐκ ἐλάχιστον μέρος. ὁ δ' εἶπεν· εἰ δὲ Βαβυλῶνός σε πάσης σατράπην ποιήσειεν, πῶς ἐμοὶ χρήσῃ; καὶ ὅς· παῦσαι πρὸς τοῦ ∆ιός, ἔφη, σφόδρα μου κατακερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι Μῆδος ὢν ὑπὸ Βαβυλωνίου καταγελᾶσθαι. κἀκεῖνος· ἀλλ' οὐ μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, ἀλλὰ πλέον τι τεκμαιρόμενος. καὶ ὃς ἔφη· ἀλλ' ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον καταστήσω τῆς ὅλης σατραπείας. καὶ ὁ Βαβυλώνιος· ἀλλ' ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε δέ μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιήσειας; ὁ δ' Ἀρβάκης εἶπεν· εἴ σου, ὦ τλῆμον, ταῦτα ἀκούσειεν Σαρδανάπαλλος, εὖ ἴσθι ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. ἀλλὰ τί σοι ἐπῆλθε ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν; καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβό 6 μενος εὐτόνως· ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς. καὶ ὁ Ἀρβάκης εἶπεν· δώσω σοι Βαβυλῶνα ἔχειν καὶ† ταῦτα ὑπὸ ταύτῃ ἀτελῆ. καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος μάλα προθύμως δίδωσι. καὶ ὃς εἶπε· βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευδῶς. καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστοτάτων εὐνούχων ὁ Ἀρβάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. τοῦ δὲ εἰπόντος ἀδυνάτων αὐτὸν ἐρᾶν, μηδένα γὰρ πώποτε τυχεῖν τούτου, τότε μὲν ἡσύχασεν. αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο φάσκων ἀντὶ πολλοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλλάττεσθαι τὴν χάριν. ὁ δὲ εὐνοῦχος νικώμενος ὑπ' αὐτοῦ, ἦν γὰρ ἐς τὰ μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαριστεῖν, ὑπέσχετο, εἰ καιρὸς εἴη, μνησθήσεσθαι τῷ δεσπότῃ *** ᾤκει ἔνθα ἐτελεύτησεν. 4. Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ γεννηθέντεςκαθ' ὁδοῦ ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαΐου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμφίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις εἴη, οὐ μέντοι μόνῃ ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἷρκτο γὰρ τὰ πολλὰ ὑπὸ τῆς ∆ίρκης. Λαΐου δὲ βασιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν προσσχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο