τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. ὁ δὲ ἥκειν αὐτοὺς κελεύει προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο καὶ τὸ κελευσθὲν γενέσθαι προέτρεπεν. τοῦτο γάρ, ἔφη, διὰ παντὸς ἐνενόει μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων. προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. πρὸς ταῦτα ὁ Λαῖτος· παῦσαι, φησίν, ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. οὐ γὰρ ἐπ' ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ' ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, ἤπερ αὐτὸς ἡμᾶς δρᾶσαι διενοεῖτο. ἡμεῖς δὲ ἥκομεν σοὶ τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου. ὁ δὲ Περτίναξ· παύσασθε χλευάζοντες πρεσβύτην. ἀλλὰ μήν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμμάτιον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα. ἐπιγνοὺς δὲ τὰ γεγραμμένα ὁ Περτίναξ πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν· καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. διαπέμπουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος τέθνηκεν, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. διαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ἐλέγετο. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ ὅ τε Λαῖτος καὶ Ἔκλεκτος, εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. 90 50. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον βασι90 λεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες οὐκ ἔμενον, ἀλλ' ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον συνεβούλευον φυγεῖν καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὁ δὲ οὐκ ἀνασχόμενος βασιλείας τε οὐκ ἄξια ταῦτα νομίσας ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὁρμῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσιν. δράσαντες δὲ οὕτως ὠμὸν ἔργον καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνούμενοι τοῖς ἐπιοῦσιν. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοῖς δεδρακόσι. μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκαστος καθ' ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώμασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν. Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ· οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ἐπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον· τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι; ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχήν, ἐν εὐπορίᾳ δὲ πολλῇ ζῶν, ταύτην ὠνεῖται καὶ βασιλεὺς ἀναγορεύεται. σχολάζων δὲ κραιπάλαις καὶ τρυφαῖς καὶ ἄλλοις κακοῖς, ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν κατα 91 φρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις