καταστῆσαι δυνάμενοι. ταρασσομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεύς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων εἰσεπήδησεν ἐν τῷ μέσῳ καὶ ἔφη· μὴ λυπεῖσθε Κυι 61 ρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον. καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινέσαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινά, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι. λεχθέντων δὲ τούτων, ἅπαντες ἐπίστευσαν καὶ τῆς ταραχῆς ἀπεπαύσαντο, εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὁμοφρόνουν· οἵ τε γὰρ κατ' ἀρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν, ἐκ τούτου τε ἀναρχία συνέβαινεν· ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 7. Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς ὁμοῦ τε τῆς βασιλείας καὶ τοῦ βίου παύεται. 8. Ὅτι Σέρβιος Ταρκύνιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσμούμενος τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος, συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς προσενεγκούσης φόνῳ. 9. Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ κινήσαντος τὸ πλῆθος ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. ὁ μὲν γὰρ ἔτυχε τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν κʹ πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δέ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν ἐμίανεν. ἐπανελθοῦσι δὲ καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόν 62 των κατειργάσατο. τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους) καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον· ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος· ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς οἱ Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 10. Ὅτι ∆αρεῖος ὁ Περσῶν βασιλεύς, Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσιν, τὸν μὲν ὑπὸ Βαγόου τοῦ προκοίτου θάνατον διαφυγών, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. καὶ ὁ μὲν Βαγόας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ ∆αρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας ἅμα τῷ βίῳ