πλοῦτον καὶ δύναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. ταχὺ δὴ τὸν ἄνθρωπον ὁ Κῦρος παραλαμβάνει συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. Ἐκ τούτου παρὰ τὸν Ὀναφέρνην εἰς Καδουσίους ἧκε, καὶ πίστεις λαμβάνει τε καὶ δίδωσι περὶ τῆς προδοσίας· ἐπανῄει τε εἰς Μηδίαν· τὸν δὲ Οἱβάραν ἵππῳ τε καὶ στολῇ Περσίδι καὶ θεραπείᾳ ἐτίμησεν, εἶχέ τε πέλας, τὴν γνώμην ὁρῶν ἀγαθόν, καὶ ἅμα τοῦ Βαβυλωνίου κελεύοντος διαλέγεσθαι αὐτῷ. ἐκ δὲ τοῦ κατ' ὀλίγον ἑταιριζόμενος ἐποιεῖτο καὶ σύμβουλον, καί ποτ' εἰς λόγους ἦλθε τοιούτους, ὡς ἄχθοιτο ὁρῶν Πέρσας ὑπὸ Μήδων κακουμένους, καὶ ταῦτα οὐδὲν χείρους ὄντας τὰς φύσεις. καὶ ὁ Οἱβάρας εἶπεν· ὦ Κῦρε, οὐ γὰρ ἔστιν ἀνὴρ τὰ νῦν μεγαλόφρων τε καὶ μεγαλογνώμων, ὃς παῦσαι Μήδους ἐθελήσει τῶν κρειττόνων ἄρχειν ἀξιοῦντας. καὶ Κῦρος ἔφη· πῶς οὐκ ἔστιν, ὦ Οἱβάρα; ἔστιν μὲν ἴσως, ἀλλὰ πολλῇ καὶ κακῇ ἀτολμίᾳ χρῆται, δι' ἣν οὐδὲν δρᾷ δυνάμενος. καὶ ὁ Κῦρος ἐκπειρώμενος· εἰ δὲ φανείη τολμητὴς ἀνήρ, πῶς ἂν δύναιτο τοῦτο κατεργάζεσθαι; ὁ δὲ ἀποκρίνεται· πρῶτον μὲν Καδουσίους προσαγαγόμενος ἐθέλοντας· Πέρσας μὲν φιλοῦσι, Μήδους δὲ πάνυ μισοῦσι· ἔπειτα δὲ καὶ Πέρσας θαρρύνας τε καὶ ὁπλίσας περὶ μʹ ὄντας μυριάδας, καὶ ἀσμένως ἂν ἐθελήσαντας δι' ἃ πάσχουσιν ὑπὸ Μήδων· ἐπιτηδειοτάτη δ' αὐτοῖς πρὸς τοῦτο καὶ ἡ χώρα πετρώδης τε καὶ† θρανὴ οὖσα, ἐφ' ἣν εἰ στρατεύειν Μῆδοι θέλοιεν, κακῶς ἀπαλλάξουσι. Κῦρος δὲ ἠρώτα· εἰ ἀνὴρ φανείη ταῦτα δρῶν, συνανακινδυνεύσεις αὐτῷ; καὶ ὅς· εἰ γάρ, ὦ Ζεῦ, ἔφη, μάλιστα μὲν σὺ εἴης ὁ τούτοις ἐγχειρῶν, ἐπειδὴ καὶ ὁ σὸς πατὴρ ἄρχει Περσῶν, καὶ σὺ †ἐνασυλώτατος εἶ καὶ δυνατώτατος· εἰ δὲ μή, ὅστις οὖν εἴη. 27 Ἐκ τούτου τὸ ὅλον βούλευμα ἐκκαλύπτει τε αὐτῷ ὁ Κῦρος καὶ συμβούλῳ χρῆται, ὁρῶν ἄνδρα φρόνιμον καὶ ἀνδρεῖον καὶ ἐν αὐτῷ πάσας ἔχοντα τὰς ἐλπίδας. καὶ ὃς συνεπῄνει τε καὶ συνεξώτρυνε γνώμας τε ἀγαθὰς ὑφηγεῖτο, καὶ ὡς χρὴ πέμψαντα παρὰ Ἀτραδάτην τὸν πατέρα κελεύειν ὁπλίζειν Πέρσας, τῷ λόγῳ μέν, ὡς ἕτοιμοι εἶεν βασιλεῖ ἐπὶ Καδουσίους, τῷ ἔργῳ δὲ εἰς ἀπόστασιν· ἔπειτα ὡς χρὴ παρὰ Ἀστυάγου αἰτησάμενον ἡμέρας ἐλθεῖν αὐτὸν εἰς τὴν Περσίδα, ὡς ἱερὰ εὐκταῖα θύσειεν ὑπὲρ βασιλέως καὶ τῆς ἐκείνου σωτηρίας, ἅμα δὲ καὶ τοῦ πατρός, ἐπειδὴ φαύλως ἔχει ὑπὸ νόσου. εἰ δὲ ταῦτα πράξει, ἐγχειρητέον ἔσται τῷ σύμπαντι ἀνδρείως. οὔτοι δεινόν, ὦ Κῦρε, καὶ ἀποκινδυνεύειν τῇ ψυχῇ μεγάλοις ἐγχειροῦντα ἔργοις, καὶ παθεῖν, εἰ δέοι, τοῦτο ὃ καὶ μηδὲν δρῶντας ἀναμένει παθεῖν. ἥσθη τε οὖν ὁ Κῦρος ἐπὶ τῇ γενναιότητι τοῦ ἀνδρός, καὶ ἅμα θαρρύνων αὐτὸν καὶ τὸν ὄνειρον ἐξηγήσατο τῆς μητρὸς καὶ τὴν τοῦ Βαβυλωνίου γνώμην, ἣν εἶπε περὶ αὐτοῦ. καὶ ὁ Οἱβάρας ἅτε ἀγχίνους πολὺ μᾶλλον αὐτὸν ἐξώτρυνεν καὶ διεκελεύσατο φυλάττειν τὸν Βαβυλώνιον, ὡς μὴ ἐξάγγελος εἴη βασιλεῖ τοῦ ὀνείρου, εἰ ἄρα κτείνειν αὐτὸν οὐχ ὑπομένοις, ὅπερ ἦν ἄριστον. καὶ ὁ Κῦρος· ἀποτρόπαιον ἂν εἴη τοῦτό γ', εἶπεν. συνεσιτοῦντο δὴ καὶ συνῆσαν Κύρῳ τὸ ἀπὸ τοῦδε ὅ τε Οἱβάρας καὶ ὁ Βαβυλώνιος. ἐν δέει δὲ ὢν ὁ Πέρσης, μὴ κατείποι πρὸς Ἀστυάγην ὁ Βαβυλώνιος περὶ τοῦ ὀνείρου, προσεποιήσατο ἱερὰ πάτρια νύκτωρ ἐπιτελεῖν τῇ σελήνῃ, καὶ τὸν Κῦρον ᾔτησε θύματά τε καὶ οἶνον καὶ οἰκέτας καὶ στρώματα καὶ τἄλλα ὧν ἔδει· ἠξίου δὲ Κῦρον προστάξαι τοῖς θεραπεύουσι πείθεσθαι αὐτῷ. καὶ ὃς προσέταξέ τε καὶ τῆς θυσίας οὐ μετεῖχεν, Οἱβάρα τεχνήσαντος, ὃς παρασκευάζεται τά τε ἄλλα † νύκτα καὶ στιβάδας βαθείας ἐφ' ὧν εὐωχήσονται, καὶ βόθρον ὤρυξεν ἐν τῇ αὑτοῦ σκηνῇ βαθύτατον. ἐπεὶ δὲ πάντα ἔπραξε καὶ εὐώχησε τὸν Βαβυλώνιον καὶ ἐμέθυσεν, ὑπέρ τε τὸν βόθρον αὐτῷ κοίτην στορέσας, ὡς κατακλίνει ἐς ταύτην, ὦσεν αὐτὸν εἰς τὸν βόθρον κάτω· συνέβαλε δ' αὐτῷ καὶ τὸν οἰκέτην. καὶ ἅμα ὄρθρῳ Κύρου ἀπάραντος συνωδοιπόρει. οὐ πολὺ δὲ προελθόντων, ἐπεζήτει τὸν ἄνθρωπον 28 ὁ Κῦρος· ὁ δὲ τὸ μὲν πρῶτον ἔφη καταλελοιπέναι αὐτὸν ἔτι καθεύδοντα ὑπὸ μέθης. ἀγανακτοῦντος δὲ Κύρου, τελευταῖον ἐξέφηνε τἀληθές, ὅτι αὐτὸν κτείνειεν, ἐπειδὴ μόνην σωτηρίαν ταύτην ἑώρα Κύρῳ τε καὶ τοῖς Κύρου