ἀλιτήριον. καὶ ἦν Ἱεροβοὰμ ἐξ ὄρους καὶ φυλῆς Ἐφραΐμ. ἐπειδὴ δὲ κεχειροτόνητο βασιλεὺς, ἐξεμηχανᾶτο λοιπὸν, τίνα τρόπον αὐτῷ τὰ τῆς βασιλείας στήσεται, καὶ ἐν βεβαίῳ μενεῖ, τῆς τῶν χειροτονησάντων γνώμης οὐ μεθισταμένης εἰς ἑτέραν τινὰ βουλήν τε καὶ σκέψιν. εἶτα δεδιὼς μὴ ἄρα πως τῆς ἐν νόμῳ λατρείας, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελουμένων ἑορτῶν εἰς ἀνάμνησιν ἐνεχθεὶς ὁ Ἰσραὴλ, παλινδρομεῖν ἕλοιτο εἰς τὸ ἐν ἀρχαῖς, καὶ τοῖς Ῥοβοὰμ 1.6 ὑπενεχθείη ζυγοῖς, δύο δαμάλεις ἐργάζεται χρυσᾶς, καὶ πρὸς τὸ ἐν Αἰγύπτῳ σέβας ἀναβιβάζων τὸν Ἰσραὴλ, ἐκέλευε προσκυνεῖν αὐταῖς, καὶ ὁλοκαυτοῦν. "Καὶ ἀπέθετο," φησὶ, "τὴν μὲν εἰς Γάλγαλα, τὴν δὲ εἰς ∆άν·" πόλεις δὲ αὗται περιφανέστεραι τῶν ἄλλων, αἳ ἦσαν ἐν χώρᾳ Σαμαρειτῶν. Οὐκοῦν διττὴ γέγονε τῶν δέκα φυλῶν ἡ ἀπόστασις, καὶ τοῦ ἡμίσους φυλῆς Ἐφραΐμ. ἐξῴχοντο γὰρ, οὐχὶ μόνον τῶν Ἱεροσολύμων, ἀλλὰ καὶ αὐτῆς τῆς εἰς Θεὸν εὐσεβείας, δαμάλεσι προσκυνοῦντες χρυσαῖς, θύοντές τε καὶ λατρεύ- οντες "τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν," καθὰ γέγραπται. οἱ δέ γε ἀπομεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδας τέ φημι καὶ Βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατε- μερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ- λοις "ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου "ἀλσώδους," κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν τοίνυν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραῒμ, τότε δή μοι νόει τοὺς ἐν τῇ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἱεροσολύμοις. ἦσαν δὲ καὶ προφῆται παρ' αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις προφητεύ- οντες· καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον λόγους. Ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀποῤῥαγῆναι τῶν Ἱεροσολύ- μων τὰς δέκα φυλὰς καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἰδίοις ἐχρῶντο βασιλεῦσι καὶ οἱ ἐν τῇ Σαμαρείᾳ καὶ οἱ ἐν τοῖς Ἱεροσολύμοις. καὶ τοῦτο κεκράτηκεν ἄχρι καιροῦ τῆς τελευ- ταίας αἰχμαλωσίας, ὅτε καὶ ὑπενόστησαν ἐν Ἱεροσολύμοις, Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, 1.7 καθηγουμένου μὲν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶτὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξῃρημένης. ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραῒμ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ' οὓς ἕκαστος τῶν ἁγίων λελά- ληκε προφητῶν, ἵν' εἰδείημεν ἀκριβῶς ἐν ποίᾳ τινὶ κατα- στάσει τῶν πραγμάτων κειμένων, τίνα τε τρόπον ἐχόντων, οἱ παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγόνασι λόγοι.
1.8 ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
9Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.9 Προφητεύει τοίνυν ὁ μακάριος Ὠσηὲ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωαύαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, καὶ ἐἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ. καὶ ὁ μὲνχρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ' ἑκάστῳ λοιπὸν ἀφη- γεῖσθαι σαφῶς, ὡς ἂν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον, ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ' ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοῖς ἐν τοῖς Ἱεροσολύμοις.