συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀποῤῥαγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετα- σκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων ∆εσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ' αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ' ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελεύσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται. 2.84 9Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.9 Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελ- κότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσ- ραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, κατα- στορνῦντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου "Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- "τεῖ." εἶτά φησιν ὁ Προφήτης Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. εἰ γὰρ καὶ ἠ- πάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ' ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθά- νοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστη- ρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος ∆αυεὶδ τὴν ἐπ' αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, 2.85 ψάλλει καί φησιν "Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- "ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ "λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." 9Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.9 Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἰρημένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέ- γοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τέτακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν, καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δῄωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τέτακ- ται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφη που περὶ τῶν Ἰουδαίων "Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον "τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ "βλέποντες τυφλοὶ γένωνται·" τὸ δὲ εἰς κρῖμά φησιν, εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταῤῥᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν τῶν ὅλων ∆εσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προ- 2.86 φήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἣν ὡρίσατο κατ' αὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν, Ἀνθ' ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀν- τακούσεται Ὡς ἔστιν ὁ τοῦ ∆εσπότου καθαρὸς