τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, καὶ ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ' ἅλωνος καὶ ὡς ἀτμὶς ἐκ καπνοδόχης.9 Αἰτιᾶται πάλιν, ὅτι μὴ μόνον δεδυσσεβήκασι, κατ' εἰκόνα εἰδώλων τὸ παρὰ Θεοῦ δοθὲν ἀργύριον διαπλάττοντες, καὶ τοῖς ἀπὸ ξύλου καὶ λίθων πεποιημένοις τὸ τῆς θείας δόξης 1.261 ἐπιφημίζοντες ὄνομα· ἀλλὰ γὰρ καὶ εἰς τοῦτο κατώλισθον ἀμαθίας, μᾶλλον δὲ καὶ σκαιότητος καὶ ἀπανθρωπίας καὶ θηριοπρεποῦς ἀγριότητος, ἢ καὶ ἔτι τούτων ἐπέκεινα, ὡς μηδὲ αὐτῶν τῶν ἰδίων φείσασθαι τέκνων, ἀποσφάττειν δὲ αὐτὰ τοῖς δαίμοσι· καίτοι κατεστυγηκότος τὸ χρῆμα Θεοῦ, καὶ οὐδ' ἂν αὐτὴν ἀνασχομένου ποτὲ τὴν φωνὴν ἢ εἰπεῖν ἑτέροις, ἤγουν ἀκοῦσαι παρά τινος. οὐ γὰρ φιλαίματος ὁ ∆εσπότης, οὔτε μὴν ἐπὶ ταῖς τῶν ἀνθρώπων ἥδεται καταφθοραῖς· πολλοῦ γε καὶ δεῖ· "Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα," κατὰ τὸ γεγραμμένον, "καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσ- "μου." ἐπειδὴ δέ ἐστι θανάτου καὶ εὑρετὴς καὶ πρόξενος ὁ δράκων ὁ ἀποστάτης, ταύτῃτοι ταῖς ἀνθρώπων ἥδεται σφαγαῖς. ὅτι τοίνυν καὶ ψιλὸς ὁ ἐπὶ τούτῳ λόγος μεμίσηται παρὰ Θεῷ, διατρανοῖ λέγων Αὐτοὶ λέγουσι Θύσατε ἀνθρώ- πους, μόσχοι γὰρ ἐκλελοίπασιν. οὐκ ἐμὸς, φησὶν, ὁ λόγος, οὐδ' ἂν εἴποιμί ποτε τοιάνδε φωνήν· αὐτοὶ δέ φασιν οἱ τῶν δαιμόνων θεραπευταὶ, τὸ δεῖν ἀνθρώπους καταθύειν αὐτοῖς. εἶτα διαγελᾷ τὴν σκέψιν καὶ διασύρει τὸ ἐγχείρημα, προστι- θεὶς καὶ λέγων Μόσχοι γὰρ, κατὰ τὸ εἰκὸς, οὐκ ἦσαν αὐτοῖς· διὰ τοῦτο τετιμήκασι τὴν ἀνδροκτονίαν. ἀλλ' ἔστω, φησὶ, πεπλάνησθε, καὶ τοὺς γλυπτούς τε καὶ χωνευτοὺς τετιμήκατε θεούς. ἵνα τί καὶ ἀνθρωπίνοις αἵμασι τοὺς ἐκείνων βωμοὺς κατεδεύσατε; ἀνέγνωμεν δὲ ἐν ταῖς Βασιλείαις, ὅτι γέγονε μὲν Ἰωνάθαν υἱὸς Ἄχαζ, ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰούδαν·πεπόρευται γεμὴν "ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καὶ ἐθυμία "μὲν ἐν τοῖς ὑψηλοῖς, διήγαγε δὲ καὶ τὸν ἴδιον υἱὸν ἐν "πυρὶ," καὶ τοῖς δαιμονίοις κατέθυσε τὸν ἐξ αὐτοῦ φύντα καὶ γεγεννημένον. ἐπειδὴ δὲ τοιαῦτα δεδράκασιν, ἔσονταί φησιν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος, ὡς χνοῦς καὶ ὡς ἀτμὶς ἐκ 1.262 καπνοδόχης, τουτέστιν, ὀλίγον ὀφθέντες, οἰχήσονται πρὸς ἀπώλειαν καὶ βαδιοῦνται πρὸς τὸ μηδέν. νεφέλη γὰρ πρωϊνὴ, τουτέστιν ἀχλὺς, δρόσος τε καὶ χνοῦς καὶ ἀτμὶς ἐκ καπνοδόχης, εὐδιαρίπιστά τε ἐστὶ, καὶ ἐν ὀλιγοστῷ παντελῶς διασκίδ- ναται χρόνῳ, μᾶλλον δὲ καὶ ἐν ὥρᾳ μιᾷ. ποία γὰρ ὑπό- στασις ἢ χνοὸς ἢ δρόσου, ἤγουν τῆς ἐκ καπνοῦ συνισταμένης ἀτμίδος;
1.263 ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒ∆ΟΜΟΣ. 9Ἐγὼ δὲ Κύριος ὁ Θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες
ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν.9 Ἐλέγχεταί πως ἀεὶ τῆς ψευδοδοξίας τὸ ἀκαλλὲς, τῆς ἀληθοῦς γνώσεως εἰς μέσον ἐνηνεγμένης, καὶ οἱονεὶ φωτὸς ἀναλάμποντος ὡς ἐν νυκτί τε καὶ σκότῳ, τοῦ πρὸς ὀρθότητα λογισμῶν παιδαγωγοῦντος λόγου. ὅτι τοίνυν τῆς ἁπασῶν ἐσχάτης ἀναπιμπλάμενοι δυσβουλίας, καὶ λογισμῶν ἀθλιό- τητος εἰς λῆξιν ἰόντες τὴν ἀνωτάτω, χώνευμά τε καὶ τεκτό- νων ἔργα τετιμήκασιν οἱ ἐξ Ἰσραὴλ, τὸν ἀληθῶς καὶ φύσει παρατρέχοντες Θεὸν, ἀπελέγχει λέγων, ὡς εἴη μὲν αὐτὸς ὁ στερεῶν οὐρανὸν, διαπηξάμενος δὲ καὶ γῆν, καὶ τῶν ἄστρων ὁ ποιητής. κατονειδίζει δὲ, ὅτι παρέντες ὡς ἕωλον τὸ διὰ τῶν γεγονότων δύνασθαι τὴν τοῦ πεποιηκότος δόξαν ἀναμα- θεῖν, πρόφασιν αὐτὰ τῆς οἰκείας πεποίηνται πλάνης. ἀλλ' οὐ διὰ τοῦτο γεγόνασιν, ἵνα τὴν θείαν ἀδικῶσι δόξαν, ἐν ὑπολήψει θεῶν εἰλημμένα τοῖς ἐπὶ γῆς, ἀλλ' ἵνα, ὡς ἔφη τὸ γράμμα τὸ ἱερὸν, "ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων "ἀναλόγως" ἀναθρώσκοι τῶν συνιέντων ὁ νοῦς εἰς κατάληψιν 1.264 τὴν ἐνδεχομένην τῆς τοῦ πεποιηκότος δυνάμεώς τε καὶ τέχνης.