γὰρ ἔφη, "Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ "τοὺς κλήρους αὐτῶν·" ἐλέγομεν δὲ ἡμεῖς, ἐρυσίβην ὠνομάσ- θαι τὴν ἐκ τοῦ πολέμου κάκωσιν καὶ ἀφανισμόν· διδάσκων, ὅτι γέγονεν ἐπὶ θύραις, συμβήσεται δὲ, καὶ οὐκ εἰς μακρὰν, σαλπίζειν εὖ μάλα, ὡς ἔφην, προστέταχε, καὶ πρό γε τῶν ἄλλων ἐπὶ τοὺς τῶν εἰδώλων τόπους, ἢ ὡς ὅσον οὐδέπω καταπρησθήσεσθαι μέλλοντας καὶ σεισθησομένους, ἤγουν ὅτι γεγόνασιν αὐτοὶ τοῦ πολέμου πρόφασις καὶ τῆς ἀνηκέσ- του συμφορᾶς τοῖς πεπλανημένοις. ὅταν οὖν λέγῃ τὸ χρῆναι σαλπίζειν ἐπὶ τοὺς βουνοὺς καὶ ἐπὶ τὰ ὑψηλὰ καὶ ἐν τῷ οἴκῳ ὢν, τοὺς τῶν εἰδώλων νοήσεις τόπους. ἰστέον δὲ, 1.125 ὅτι τοῖς ἄλλοις ἑρμηνευταῖς εἰς τὸ ἐν τῷ οἴκῳ "ὢν, οὐ συνηνέχ- θησαν οἱ ἑβδομήκοντα. οἱ μὲν γὰρ εἰρήκασιν, εἰς οἶκον ἀνωφελοῦς, τουτέστιν, εἰδώλου παντός· οἱ δὲ, τὸ ἐν τῷ οἴκῳ ὤν. οἰησόμεθα δὴ οὖν, ἐκεῖνο βούλεσθαι νυνὶ τὸν προφητι- κὸν ἡμῖν ὑποσημῆναι λόγον, ὅτι χρὴ σαλπίζειν αὐτοὺς, οὐκ ἐπὶ μόνους τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ, τουτέστιν, οὐ κατὰ μόνης τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν τῶν ἐν Σαμαρείᾳ, ἀλλὰ καὶ κατὰ ταύτης τῆς οὔσης ἐν τοῖς Ἱεροσολύμοις παρά τε τῷ Ἰούδα καὶ τῷ Βενιαμίν. προσ-εκύνουν γὰρ, ὡς ἔφην, τῷ ἡλίῳ· ὢν δέ ἐστιν ὁ ἥλιος· Θεὸν ῥιπτοῦντες κατόπιν, καὶ ἀποστρεφόμενοι τὰ αὐτοῦ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἔχειν τὰ ὀπίσθια πρὸς τὸν ναὸν Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, δῆλον δὲ ὅτι τοῦ ἡλίου. ὅταν τοίνυν ἀκούσῃς τὸ ἐν τῷ οἴκῳ ὢν, οἶκον ἢ τέμενος νοήσεις θεοῦ ψευδωνύμου παντὸς καὶ πεποιημένου, ἤτοι τοῦ ἡλίου. ἄτοπον δὲ οὐδὲν ἢ ἀπίθανον εἶναί τῳ δόξειεν ἂν, οἶκον ἡλίου τοὺς ἡλίῳ προσκυνοῦντας νοεῖσθαί τε καὶ ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ οἶκος Θεοῦ νοηθεῖεν ἂν οἱ τὰ αὐτοῦ φρονοῦντες καὶ πράττοντες καὶ αὐτῷ τὸ σέβας ἀνάπτοντες. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὴν δάμαλιν τὴν χρυσῆν ὢν ὀνομάζεσθαι, φορέσει καὶ οὕτως τὸ πιθανὸν ὁ λόγος. ὁ μὲν γὰρ θεομισὴς Ἱεροβοὰμ πρὸς τὸ τῶν Αἰγυπτίων σέβας, φημὶ δὴ τὸν Ἄπιν, τὰς δαμάλεις εἰργάζετο. τετιμήκασι δὲ τὸν Ἄπιν Αἰγύπτιοι, σελήνης μὲν τέκνον εἶναι λέγοντες· τοιγάρτοι καὶ μηνοειδὲς ἐπὶ μετώπου εἶχε σημεῖον· ἔκγονον δὲ ὥσπερ ἡλίου πιστεύοντες εἶναι, διὰ τὸ, κατάγε τὸ αὐτοῖς δοκοῦν, ἐξ ἡλίου τὴν σελήνην φωτίζεσθαι. οὐκοῦν ὡς σελήνης μὲν τέκνον, ἡλίου δὲ ἔκγονον ἐτίμων τὸν Ἄπιν· ἀπεκόμιζε δὲ αὐτοὺς εἰς τοῦτο δὴ πλάνης καὶ λογισμῶν ἀθλιότητος ὁ πολυμήχανος δράκων, τουτέστιν ὁ σατανᾶς. σαλπίζειν οὖν 1.126 ἄρα προστέταχεν ἐπί τε τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ καὶ ἐν τῷ οἴκῳ ὢν, τουτέστι τῆς δαμάλεως τῆς χρυσῆς. ποῖα δὲ ἦν ἄρα τὰ ἀμφοῖν ἐγκλήματα, καὶ ὁ τοῦ χρῆναι κολάζεσθαι λόγος, καθίστησιν ἐναργὲς, ἐπιφέρων εὐθύς, ἐξέστη Βενιαμὶν, ἀντὶ τοῦ Τῶν ἰδίων ἐκπεφοίτηκεν ἐθῶν, ἤγουν τῆς ἀρίστης ἀπώλισθε φρενός· τοῦτο γὰρ ἀληθῶς ἡ ἔκστασις ἐπὶ φαύ- λων νοοῖτο. κατηφάνισται δὲ καὶ Ἐφραΐμ. πλὴν οὐχ οὕτω ταῦτά φησιν. ἐν γὰρ ἡμέραις ἐλέγχου τῆς ἀμφοῖν πλημμελείας ἔδειξα πιστὰ, βεβαίους καὶ ἀληθεῖς τοὺς ἐμοὺς ἀποφήνας λόγους. συμβέβηκε γὰρ αὐτοῖς, ἅπερ ἤδη προεῖπον, καὶ οὐδὲν διέψευσται τῶν ἐμῶν. ἐπειδὴ γὰρ ἐξέστησαν τῶν ἀρχαίων ἐθῶν, καὶ φρενὸς ἔξω γεγόνασιν ἀγαθῆς, ἐξώσθησαν καὶ αὐτῆς τῆς ἑαυτῶν χώρας, καὶ ἀποπεπτώκασιν ὁμοῦ τῆς εἰς Θεὸν ἀγάπης, καὶ πάσης εὐημερίας. Ἕψεται δὲ καὶ ἑτέρως τοῖς καταλιμπάνουσι Θεὸν, τὸ ἐξίστασθαι δεῖν καὶ ἀγαθῆς ἁπάσης ἐννοίας, καὶ μὴν καὶ ἔργου παντὸς τοῦ τετραμμένου πρὸς ἀρετήν. βαδιοῦνται δὲ πρὸς ἀφανισμὸν, ἐλέγχοντός τε καὶ ἐπιτιμῶντος Θεοῦ, καὶ τῆς ῥᾳθυμίας ἐξαιτοῦντος δίκας. χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ζωὴν, τὸ εἶναι μετὰ Θεοῦ, μόνον δὲ οὐχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο βοᾶν, "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω "σου." ἀντιλήψεται γὰρ τότε καὶ ἐπικουρήσει προθύμως ἡ δεξιὰ τοῦ πάντα ἰσχύοντος, ἀφ' ἧς οὐδεὶς ἁρπάσει κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. 9Ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.9 Τοῦτό ἐστιν αἰνιγματωδῶς, τὸ "Ἐξέστη Βενιαμίν." γεγό- 1.127 νασι γὰρ ἐν ἴσῳ, φησὶ, τοῖς