1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

χρείας διακονουμένου, ὄνομα δὲ καὶ τούτῳ ∆ιονύσιος, οἱ πάντες, ὀκτὼ γενόμενοι τὸν ἀριθμόν, ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς αὖθις ἐπ' αὐτῆς Καισαρείας ἀποτέμνονται, ∆ύστρου μηνὸς ἡμέρᾳ τετράδι καὶ εἰκάδι, ἣ πρὸ ἐννέα Καλανδῶν Ἀπριλλίων καὶ αὐτὴ οὖσα ἐτύγχανεν. 3.5 Ἐν τούτῳ μεταβολή τις τῶν κρατούντων, αὐτοῦ δὴ τοῦ πάντων ἀνωτάτω καὶ τοῦ μετ' αὐτὸν δευτέρου, ἐπὶ τὸ ἰδιωτικὸν σχῆμα γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά· 3.6 μικρὸν δ' ὕστερον διαστάσης εἰς ἑαυτὴν τῆς Ῥωμαίων ἀρχῆς, πόλεμος ἄσπονδος εἰς αὑτοὺς ἐπεγείρεται, οὐ πρότερόν τε τὰ τῆς διαστάσεως καὶ τῶν ἐπὶ ταύτῃ θορύβων κατάστασιν εἴληφεν, ἢ τὴν καθ' ἡμᾶς εἰρήνην καθ' ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης. 3.7 ἅμα τε γὰρ αὕτη τοῖς πᾶσιν δίκην φωτὸς ὡς ἂν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκεν, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον, νυνὶ δὲ ἐπὶ τὴν τῶν ἑξῆς ἀπίωμεν ἀκολουθίαν. 4.1 Μαξιμῖνος Καῖσαρ αὐτόθεν ἐπὶ τὴν ἀρχὴν παρελθὼν ὥσπερ τῆς ἐμφύτου θεοεχθρίας αὐτοῦ καὶ δυσσεβείας τὰ σύμβολα τοῖς πᾶσιν ἐνδεικνύμενος, γεννικώτερον ἢ οἱ πρόσθεν τῷ καθ' ἡμῶν ἐπαπεδύετο διωγμῷ. 4.2 πᾶσι δῆτα συγχύσεως οὐ μικρᾶς ἐπῃωρημένης καὶ ἄλλων ἄλλοσε διασπειρομένων διαδρᾶναί τε τὸ δεινὸν ἐπιμελὲς ποιουμένων χαλεπῆς τε τὸ πᾶν ἐπεχούσης κινήσεως, τίς ἂν ἐξαρκέσειεν ἡμῖν λόγος εἰς τὴν ἐπαξίαν διήγησιν τοῦ θείου ἔρωτος καὶ παρρησίας τῆς εἰς θεὸν ὁμολογίας τοῦ μακαρίου καὶ ὡς ἀληθῶς ἀμνοῦ ἀκάκου μάρτυρος, Ἀπφιανόν φημι τὸν πρὸ πυλῶν ἐπὶ θεωρίαν ἅπασι τοῖς κατὰ Καισάρειαν θαυμαστὸν παράδειγμα τῆς εἰς τὸν μόνον θεὸν εὐσεβείας προβεβλημένον; 4.3 εἰκοστὸν ἔτος οὐδέπω τοῦτο τῆς τοῦ σώματος ἡλικίας ἦν αὐτῷ. πρῶτον μὲν οὖν τῆς Ἑλλήνων παιδείας ἕνεκα κοσμικῆς ἐτύγχανε γὰρ καὶ τῶν κατὰ κόσμον εὖ μάλα πλούτῳ περιρρεομένων τὸν πλείονα κατὰ τὴν Βηρυτὸν διατρίψας χρόνον, παράδοξον καὶ εἰπεῖν ὡς ἐν τοιαύτῃ πόλει τῶν νεωτερικῶν ἐπιθυμιῶν ὑπεράνω γενόμενος καὶ μήθ' ὑπὸ ἀκμῆς τοῦ σώματος μήθ' ὑπὸ τῆς τῶν νέων ἑταιρίας διαφθαρεὶς τὸν τρόπον, σωφροσύνην ἠσπάζετο, κοσμίως καὶ σεμνῶς καὶ εὐσεβῶς κατὰ τὸν αἱροῦντα Χριστιανισμῷ λόγον διεξάγων καὶ τὸν ἑαυτοῦ παιδαγωγῶν βίον· 4.4 εἰ δὲ χρὴ μνήμην ποιησαμένους καὶ τῆς πατρίδος αὐτοῦ, κοσμῆσαι καὶ ταύτην διὰ τοῦ προαχθέντος ἐξ αὐτῆς γενναίου τῆς θεοσεβείας ἀθλητοῦ, εὐλόγως δὴ καὶ τοῦτο ποιήσομεν. 4.5 εἴ τις ἄρα Γάγας ἐπίσταται, τῆς Λυκίας οὐκ ἄσημον πόλιν, ἐντεῦθεν ὁρμώμενος ὁ νεανίας μετὰ τὴν ἐπάνοδον τῆς κατὰ τὴν Βηρυτὸν παιδείας, τοῦ πατρὸς αὐτῷ τὰ πρωτεῖα τῆς πατρίδος ἀποφερομένου, μὴ οἷός τε φέρειν τὴν ἅμα τῷ πατρὶ καὶ τοῖς τῷ γένει προσήκουσιν συνουσίαν, ὅτι μηδὲ ζῆν τὸ ζῆν αὐτοῖς ἐδόκει κατὰ τοὺς τῆς θεοσεβείας θεσμούς, πνεύματι δ' ὥσπερ θείῳ κατεσχημένος καὶ κατά τινα φυσικήν, μᾶλλον δ' ἔνθεον καὶ ἀληθῆ φιλοσοφίαν, μεῖζον φρονήσας τῆς νενομισμένης τοῦ βίου δόξης τῆς τε τῶν σωμάτων καταπτύσας ἡδυπαθείας, κρύβδην τοὺς οἰκείους ἀποδρὰς καὶ μηδὲν τῶν ἐφημέρων δαπανῶν ἐπιστραφείς, ἐλπίδι καὶ πίστει τῇ εἰς θεὸν ἤγετο πρὸς τοῦ θείου πνεύματος χειραγωγούμενος ἐπὶ τὴν Καισαρέων πόλιν, ἔνθα ἡτοίμαστο αὐτῷ ὁ τοῦ μαρτυρίου τῆς θεοσεβείας στέφανος. 4.6 γενόμενος δὲ ἡμῖν αὐτοῖς ἅμα καὶ ὡς ἔνι μάλιστα τοῖς θείοις λόγοις ἕξιν τελείαν συλλεξάμενος ἀσκήσεσί τε προσηκούσαις ἐκθυμότατα παρασκευασάμενος, τέλος οἷον ἐπιδέδεικται, τίς μὲν πάλιν ἰδὼν οὐ κατεπλάγη, 4.7 τίς δ' αὖθις ἀκοῇ παραλαβὼν οὐκ ἂν ἐνδίκως θαυμάσειεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, καὶ πρό γε τούτων τὴν τόλμαν καὶ αὐτὸ τὸ ἐγχείρημα, ζήλου θεοσεβείας καὶ πνεύματος ὡς ἀληθῶς ὑπὲρ ἄνθρωπον παρέχον τὰ τεκμήρια;