3
ἀφῇς καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ. ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον, οὕτως λαμπρυνθήσεται ἡ καρδία σου.
56 Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα, πνεῦμα δὲ λύπης συντρίβει προσευχήν.
57 Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά, καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς. 58 Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου.
59 Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ, 59 καὶ μὴ ὠδίνῃς λογισμοὺς καρδίας αὐτῶν.
60 Ὥσπερ ἀργύριον καὶ χρυσίον δοκιμάζει πῦρ, οὕτως καρδίαν μοναχοῦ πειρασμοί.
61 Περίελε σεαυτοῦ ὑπερηφανίαν καὶ κενοδοξίαν μακρὰν ποίησον ἀπό σου. ὁ γὰρ ἀποτυχὼν δόξης λυπηθήσεται, ὁ δὲ ἐπιτυχὼν ὑπερήφανος ἔσται.
62 Μὴ δῷς ὑπερηφανίᾳ σὴν καρδίαν καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ· δυνατός εἰμι, ἵνα μὴ κύριος ἐγκαταλίπῃ σὴν ψυχήν, καὶ πονηροὶ δαίμονες ταπεινώσουσιν αὐτήν. τότε γάρ σε δι' ἀέρος πτοήσουσιν οἱ ἐχθροί, νύκτες δὲ φοβεραὶ διαδέξονταί σε.
63 Πολιτείαν μοναχοῦ διαφυλάττει γνῶσις, ὁ δὲ καταβαίνων ἀπὸ γνώσεως περιπεσεῖται λῃσταῖς.
64 Ἐκ πέτρας πνευματικῆς ἀπορρεῖ ποταμός, ψυχὴ δὲ πρακτικὴ πίεται ἀπ' αὐτοῦ.
65 Σκεῦος ἐκλογῆς ψυχὴ καθαρά, ἡ δὲ ἀκάθαρτος πλησθήσεται πικρίας. 66 Ἄνευ γάλακτος οὐ τραφήσεται παιδίον, καὶ χωρὶς ἀπαθείας οὐχ
ὑψωθήσεται καρδία. 67 Πρὸ ἀγάπης ἡγεῖται ἀπάθεια πρὸ δὲ γνώσεως ἀγάπη. 68 Γνώσει προστίθεται σοφία, ἀπάθειαν δὲ τίκτει φρόνησις. 69 Φόβος κυρίου γεννᾷ φρόνησιν, πίστις δὲ Χριστοῦ δωρεῖται φόβον θεοῦ. 70 Βέλος πεπυρωμένον ἀνάπτει ψυχήν, ἀνὴρ δὲ πρακτικὸς κατασβέσει αὐτό. 71 Κραυγὴν καὶ βλασφημίαν ἀποστρέφεται γνῶσις, λόγους δὲ δολίους φεύγει
σοφία. 72 Ἡδὺ μέλι καὶ γλυκὺ κηρίον, γνῶσις δὲ θεοῦ γλυκυτέρα ἀμφοτέρων. 73 Ἄκουε, μοναχέ, λόγους πατρός σου καὶ μὴ ἀκύρους ποίει νουθεσίας αὐτοῦ.
Ἡνίκα ἂν ἀποστείλῃ σε, ἐπάγου αὐτὸν καὶ κατὰ διάνοιαν συνόδευε αὐτῷ. τούτῳ γὰρ τῷ τρόπῳ διαφεύξῃ λογισμοὺς κακούς, καὶ πονηροὶ δαίμονες οὐκ ἰσχύσουσι κατά σου. ἐὰν πιστεύσῃ σοι ἀργύριον, οὐ διασκορπιεῖς αὐτό, καὶ κἂν ἐπεργάσῃ, ἀποδώσεις αὐτό.
74 Πονηρὸς οἰκονόμος ἐκθλίψει ψυχὰς ἀδελφῶν, καὶ μνησίκακος οὐκ ἐλεήσει αὐτάς.
75 Ὁ διασκορπίζων τὰ ὑπάρχοντα τῆς μονῆς ἀδικεῖ θεόν, καὶ ὁ ἀμελῶν αὐτῶν οὐκ ἀτιμώρητος ἔσται.
76 Ἄδικος οἰκονόμος διαμεριεῖ κακῶς, ὁ δὲ δίκαιος πρὸς ἀξίαν δώσει. 77 Ὁ κακολογῶν τὸν ἀδελφὸν αὐτοῦ ἐξολοθρευθήσεται, ἀμελῶν δὲ
ἀσθενοῦντος οὐκ ὄψεται φῶς. 78 Κρείσσων κοσμικὸς ἐν ἀσθενείᾳ δουλεύων ἀδελφῷ ὑπὲρ ἀναχωρητὴν μὴ
οἰκτείροντα τὸν πλησίον αὐτοῦ. 79 Ἄφρων μοναχὸς ἀμελήσει ὀργάνων τέχνης αὐτοῦ, ὁ δὲ φρόνιμος
ἐπιμελήσεται αὐτῶν.