1

 2

 3

 4

 5

 6

5

106 Ὀφθαλμὸν πονηρὸν ἐκτυφλοῖ κύριος, τὸν δὲ ἁπλοῦν ῥύσεται ἀπὸ σκότους.

107 Ὥσπερ ἑωσφόρος ἐν οὐρανῷ καὶ ὥσπερ φοίνιξ ἐν παραδείσῳ, οὕτως ἐν ψυχῇ πραείᾳ νοῦς καθαρός.

108 Ἀνὴρ σοφὸς ἐρευνήσει λόγους θεοῦ, ὁ δὲ ἄσοφος καταγελάσεται αὐτῶν. 109 Ὁ μισῶν γνῶσιν θεοῦ καὶ ἀπωθούμενος θεωρίαν αὐτοῦ ὅμοιός ἐστι τῷ

λόγχῃ νύσσοντι τὴν καρδίαν αὑτοῦ. 110 Κρείσσων γνῶσις τριάδος ὑπὲρ γνῶσιν ἀσωμάτων καὶ θεωρία αὐτῆς ὑπὲρ

λόγους πάντων τῶν αἰώνων. 111 Πολιὰ γερόντων πραΰτης, ζωὴ δὲ αὐτῶν γνῶσις ἀληθείας. 112 Νέος πραῢς πολλὰ ὑποφέρει, ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσεται; εἶδον

ὀργίλον γέροντα ἐπαιρόμενον ἐπὶ θρόνου αὐτοῦ, ἐλπίδα δὲ μέντοι μᾶλλον ἔσχεν ὁ νέος αὐτοῦ.

113 Ὁ σκανδαλίζων κοσμικοὺς οὐκ ἀτιμώρητος ἔσται, καὶ ὁ παροξύνων αὐτοὺς ἀτιμάζει τὸ ὄνομα αὐτοῦ.

114 Ταράσσοντα ἐκκλησίαν κυρίου ἐξαναλώσει πῦρ, ἀνθιστάμενον δὲ ἱερεῖ καταπίεται γῆ.

115 Ὁ ἀγαπῶν μέλισσαν φάγεται κηρίον αὐτῆς καὶ ὁ συνάγων αὐτὴν πλησθήσεται πνεύματος.

116 Τίμα τὸν κύριον καὶ γνώσῃ λόγους ἀσωμάτων, καὶ δούλευε αὐτῷ καὶ δείξει σοι λόγους αἰώνων.

117 Χωρὶς γνώσεως οὐχ ὑψωθήσεται καρδία, καὶ δένδρον οὐκ ἀνθήσει ἄνευ ποτοῦ. 118 Σάρκες Χριστοῦ πρακτικαὶ ἀρεταί, ὁ δὲ ἐσθίων αὐτὰς γενήσεται ἀπαθής.

119 Αἷμα Χριστοῦ θεωρία τῶν γεγονότων καὶ ὁ πίνων αὐτὸ σοφισθήσεται ὑπ' αὐτοῦ.

120 Στῆθος κυρίου γνῶσις θεοῦ, ὁ δ' ἀναπεσὼν ἐπ' αὐτὸ θεολόγος ἔσται. 121 Γνωστικὸς καὶ πρακτικὸς ὑπήντησαν ἀλλήλοις, μέσος δὲ ἀμφοτέρων

εἱστήκει κύριος. 122 Ὃς ἐκτήσατο ἀγάπην, ἐκτήσατο θησαυρόν, ἔλαβε δὲ χάριν παρὰ κυρίου. 123 ∆όγματα δαιμόνων ἐπιγινώσκει σοφία, πανουργίαν δὲ αὐτῶν ἐξιχνιάζει

φρόνησις. 124 Μὴ ἀθετήσῃς δόγματα ἅγια, ἃ ἔθεντο οἱ πατέρες σου, πίστιν δὲ

βαπτίσματός σου μὴ ἐγκαταλίπῃς καὶ μὴ ἀπώσῃ σφραγῖδα πνευματικήν, ἵνα γένηται κύριος ἐν σῇ ψυχῇ καὶ σκεπάσῃ σε ἐν ἡμέρᾳ κακῇ.

125 Λόγοι αἱρετικῶν ἄγγελοι θανάτου, καὶ ὁ δεχόμενος αὐτοὺς ἀπολεῖ τὴν ἑαυτοῦ ψυχήν.

126 Νῦν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ προσέλθῃς θύραις ἀνδρῶν ἀνόμων μηδὲ περιπατήσῃς ἐπὶ παγίδων αὐτῶν, ἵνα μὴ ἀγρευθῇς. ἀπόστησον δὲ σὴν ψυχὴν ἀπὸ γνώσεως ψευδοῦς. καὶ γὰρ ἐγὼ πλεονάκις λελάληκα πρὸς αὐτούς, σκοτεινοὺς δὲ λόγους αὐτῶν ἐξιχνίασα, καὶ ἰὸν ἀσπίδων εὕρηκα ἐν αὐτοῖς. οὐκ ἔστι φρόνησις καὶ οὐκ ἔστι σοφία ἐν λόγοις αὐτῶν. πάντες οἱ δεχόμενοι αὐτοὺς ἀπολοῦνται, καὶ οἱ ἀγαπῶντες αὐτοὺς πλησθήσονται κακῶν. εἶδον ἐγὼ πατέρας δογμάτων αὐτῶν καὶ ἐν τῇ ἐρήμῳ συνέβαλον αὐτοῖς. ἐχθροὶ γὰρ κυρίου ἀπήντησάν μοι καὶ δαίμονες ἐν λόγοις ἠγωνίσαντο πρός με καὶ οὐκ εἶδον φῶς ἀληθινὸν ἐν ῥήμασιν αὐτῶν.

127 Ἀνὴρ ψευδόμενος ἐκπεσεῖται θεοῦ, ἀπατῶν δὲ τὸν πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς κακά.

128 Κρείσσων παράδεισος θεοῦ ὑπὲρ κῆπον λαχανίας καὶ ποταμὸς κυρίου ὑπὲρ ποταμὸν μέγαν ἐπισκοτοῦντα τῇ γῇ.