1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

ΚΕΦΑΛ. Εʹ. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς τὸ αὐτὸ ξέσμα τῶν ὕβρεων μὴ

ἐξαφθέντας, τότε καθ' ἡσυχίαν ἐπιστάντες, ἀναμοχλεύουσι τὸ ἡγεμονικὸν, ἵνα οἷς παροῦσιν εἰρηνεύσαμεν, τούτοις ἀπιοῦσι διαθρασυνώμεθα. Ἐπὰν οὖν ἀντιλογίαν, ἢ ὕβριν πρὸς τὸν ἀδελφὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρης, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεινὰ καὶ σοῦ μὴ ἀνθυβρίσαντος. Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφοὺς, τότε οἱ λογισμοὶ τὸν μόνον μακαρίζειν εἰσβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώσαντες, καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακροθυμίᾳ τὴν ὀργὴν, καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων, πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει θυμομαχοῦντας· ὁ παρακαλῶν, καὶ γονυπετῶν, ἵνα τὴν ὀργὴν ἀπελάσῃ, τὸν παροξύναντα, τοὺς ἀμφοτέρους ἐξ αὐτοῦ ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ' αὐτῷ ἐκθρασύνων, ὅτι τὴν τῶν πλησίον εἰς ἑαυτὸν ἐδέξατο τὴν μάχην, ὁ 79.1101 τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός· ἀλλ' οὐκ ἐπ' ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου, καὶ ἐν τῷ πνεύματί σου, καὶ ἐν τῇ ψυχῇ.

ΚΕΦΑΛ. ςʹ. Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ

εἰρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ ἑνωθεὶς ἀκούεις· «Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Καὶ γὰρ ἂν τὴν ἀντεπίθυμον τοῦ πνεύματος σάρκα εἰρηνεύσης τοῖς πόνοις, κλέος ἕξεις τῶν μακαρισμῶν ἐπέκεινα αἰῶνος, νικήσας πόλεμον τὸν ἐν τῷ σώματί σου τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτίζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ἐν τοῖς μέλεσί σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν, εἴπερ οὖν ἐπικτησώμεθα τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαρὰν, τὰ ἐπιόντα χαλεπὰ εὐχαρίστως δι' αὐτῆς ἀποκρουσόμεθα, καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις, ἀκρωτηριάζων ἐν ταῖς θλίψεσι μάλιστα, τῇ ψυχῇ ἐφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ, καὶ τὴν λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα, καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν καταλύουσα, καὶ τὴν λύπην ἀμείβουσα. Ἐν γὰρ τῇ εἰρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα, καὶ τῇ εὐχαριστίᾳ, καὶ τῇ ὑπομονῇ ἐλλιμνάζουσα, πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα. Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τεταραγμένην ἐφίστασθαι, μή πως ἄλλην ἀντ' ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες. τῶν φρενῶν ἀποστήσωσιν· ἐφίσταται γὰρ χαρὰ πνευματικὴ καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ Θεὸν λύπης μετέωρον εὐρίσκει, ἔπειτα δὲ, καὶ τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν, ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον ἐποίησε.

ΚΕΦΑΛ. Ζʹ. Φημὶ δὲ καὶ τοῦτο, ὡς ὑπηγόρευσέ τινι τῶν ἀδελφῶν ἡ πεῖρα τῶν

ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαίρειν ἐν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει. Ἀντὶ δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ παραπειράζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν