συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη μέση ἐστὶ τῶν δύο, τῆς μὲν μακρᾶς βραχυτέρα, τῆς δὲ βραχείας μακροτέρα.] πάλιν ἡ ὀξυτονουμένη συλλαβή, ἐπιφερομένου ἐγκλιτικοῦ καὶ προαναπέμποντος ἐν αὐτῇ τῇ συλλαβῇ τὸν τόνον, μείζων ἐστὶ τῆς ἁπλῶς ὀξυτο νουμένης μὴ ἐπιφερομένου ἐγκλιτικοῦ, οἷον Ζεύς τε (Ι 457) καί τε χαλιφρονέοντα (ψ 13). 184
Cap. I. Περὶ βραχείας συλλαβῆς.
9Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ
τέλους λέξεως οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλ λαβῇ [φωνήεντος μὴ ὑπάρχειν] σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ' ἤτοι ἓν ἢ μηδὲ ἕν.9 U 9Βραχεῖα συλλαβή ἐστιν ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, ὡς μεταξὺ αὐτῆς καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν πλείονα σύμφωνα ἑνὸς ἁπλοῦ, ἀλλ' ἤτοι ἓν ἢ μηδὲ ἕν.9 K Ἰστέον ὅτι, ὡς προείρηται, ἐγχειρίδιον γράφων καὶ ὡς ἐν εἰσαγωγῆς τρόπῳ, οὐκ ἤρξατο πρῶτον ἀπὸ στοι χείων, ὥς τινές φασιν, ἢ λέγειν τοῦ μέτρου ὅρον, ἢ ἀπὸ τοῦ γένους τῆς συλλαβῆς, οἱονεὶ τῆς καθόλου συλλαβῆς (καθόλου γὰρ 20συλλαβή ἐστιν,20 ὥς φησιν ὁ ∆ιονύσιος ἐν τῇ τέχνῃ, 20κυρίως σύλληψις συμφώ νων μετὰ φωνήεντος ἢ φωνηέντων, οἷον Κάρ, βοῦς20), ἀλλ' ἀπὸ τῆς ἐν εἴδει συλλαβῆς, οἱονεὶ μακρᾶς καὶ βραχείας καὶ κοινῆς. ὕλη γὰρ τῶν μέτρων ἐστὶν ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη μέτρον. - καὶ αὐτὸς μὲν λέγει, ὡς καὶ πάντες συμφωνοῦσι, τῆς συλλαβῆς εἶναι τρία εἴδη τῆς καθόλου, λέγω δὴ μα 185 κρὰν καὶ βραχεῖαν καὶ τὴν λεγομένην κοινήν. ἀλλὰ τούτων [ἤγουν μιᾶς ἑκάστης] λέγει τινὰς διαφοράς, πότε καὶ πῶς καὶ κατὰ πόσους τρόπους γίνεται βρα χεῖα ἢ μακρὰ ἢ κοινὴ συλλαβή. ὁ δ' Ὦρος ἄμεινον εἰς πέντε πᾶσαν συλλαβὴν παραλαμβάνων φησὶ πέντε μόνα εἴδη εἶναι συλλαβῶν, δύο μὲν τῆς βραχείας, δύο δὲ τῆς μακρᾶς, καὶ ἓν τῆς κοινῆς. ἡ γὰρ βραχεῖα συλλαβή, φησίν, ἢ φύσει ἐστὶ βραχεῖα ἢ θέσει· φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει βραχέων, θέσει δέ, ὅταν ἔχῃ ἓν τῶν διχρόνων. καὶ ἡ μακρὰ ὡσαύτως, φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει μακρῶν, φωνηέντων τέ φημι καὶ διφθόγγων, θέσει δέ, ὅταν ἔχῃ δίχρονον ἢ βραχὺ φωνῆεν διὰ <δύο> συμφώνων ἢ ἑνὸς διπλοῦ ἐκτεινόμενον. ἕν τε εἶδος τῆς κοινῆς εἶναι τὸ δύνασθαι βραχεῖαν οὖσαν εἰς μακρὰν παραλαμβάνε σθαι, ἢ ἔμπαλιν τὸ δύνασθαι μακρὰν οὖσαν εἰς βρα χεῖαν. ∆ιαλαμβάνει οὖν ὁ τεχνικὸς πρῶτον περὶ τῆς βρα χείας συλλαβῆς, καὶ ὁρισμὸν αὐτῆς ἀποδίδωσιν εὖ ἔχοντα καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστόν, ὅπερ ὑγεία ἐστὶν ὅρου· σαφὴς δέ ἐστιν ὁ ὁρισμὸς καὶ ἐξηγήσεως οὐ δεόμενος. -Καλῶς δὲ εἶπε 20βραχεῖα ἐστί20, καὶ οὐ 20βραχεῖα γίνεται20, ὡς ἐν τῇ κοινῇ συλλαβῇ δείξομεν 186 ἐντελέστερον. -καλῶς δὲ προσέθηκεν τὸ 20μὴ ἐπὶ τέ λους λέξεως20 διὰ τὴν λεγομένην κοινήν· ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ ˉτˉα συλλαβὴ βραχεῖά ἐστι, καὶ ὅμως ἐν τόπῳ κεῖται μακρᾶς παρὰ τῷ ποιητῇ, ἔνθα φησὶ (Φ 352) τὰ περὶ καλὰ ῥέεθρα· ὁμοίως καὶ ἡ ˉπˉρˉοˉς ἐν τῷ (Ι 147) πρὸς οἶκον Πηλῆος· σπονδεῖον γὰρ λέγομεν τὸν πόδα πρὸς οἶ. -καλῶς δὲ πάλιν προσέθηκεν 20μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ20 διὰ τὴν θέσει μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπενεχθῆναι δύο σύμ φωνα, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, ἢ ἓν διπλοῦν, θέσει μακρὰ γίνεται· καὶ πρόδηλον τὸ λεγόμενον. {1Περὶ μακρᾶς φύσει.}1 9Μακρά ἐστιν συλλαβὴ ἡ ἔχουσα <μακρὸν> φωνῆεν <ἢ> μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θˉηˉς ˉσˉωˉς, ˉκˉαˉι· εἰ