Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν. Τὸν εἰρημένον Νικόλαον ἀνεδέξατο διὰ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελ θόντι ἔαρι μέλλων θανεῖν ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριετὴς ὤν, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυ βερνήτην τοῦ πνευματικοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὑτοῦ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος εὐθὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐξουσίας τό ποι καὶ χῶραι ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεοδώρῳ. Ἦσαν γὰρ ἐκτός· μεγάλη Αἶνος, Περιθεώριον καὶ Ξάνθη καὶ τὰ περὶ αὐτὴν καὶ πᾶ 278 σα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου. Τὰ δὲ ἐντὸς Πελοποννήσου ἐν τῷ Μελισσηνιακῷ κόλπῳ, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός· Ἀνδροῦσα λέγω καὶ Κα λαμάτα, Μαντίνια, Ἰανίτζα, Πήδημα καὶ Μάνη καὶ Νησὶ καὶ Σπιτάλιν καὶ Γρέμπενι καὶ Καράντζα καὶ Ἀετὸς καὶ Ἐλωῒ καὶ Νεόκαστρον καὶ ἰθώμη ἡ νῦν λεγομένη Μεσ- σήνη καὶ Ἀρχάγγελος καὶ Σαβλάουρος καὶ Ἰωάννινα καὶ Λιγουδίστα καὶ Φιλατρία καὶ Πύλος καὶ τὰ περὶ αὐτῶν καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους κορυφῆς τοῦ τῆς Νίκης τοῦ Σίμου λεγομένου ἄχρι τῆς πεδιάδος Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελίρας καὶ σταλεὶς ἐγὼ παρέλαβον αὐτά, τὰ ὅσα μὴ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν εὑρι σκόμενα ὀλίγα πάνυ. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγο πούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι' αἰτίαν τοιαύ την· τὸν γὰρ Ἀλέξιον καίσαρα τὸν Μελισσηνόν, Στρατηγόπουλον ἐπωνόμαζον καὶ ἔκτοτε τὸ ἐπίκλην τοῦτο εἴς τινας τοῦ γένους τούτου ἐπεκράτησε. ∆ιῆρχε δὲ τὴν εἰρη μένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι, προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ κὺρ Κωνσταντίνῳ ἐδω ρήσατο. 448 καὶ πολλὰ ἐπυνθάνετο περὶ τῆς πίστεως τοῦ Χριστοῦ, ἃ καταλεπτῶς διηγησόμεθα, πῶς ὁ πατριάρχης ἐν συνόψει τὴν τῆς πίστεως ὁμολογίαν ἐν κεφαλαίοις αὐτῷ διεσάφησεν· ἤγουν, τὸ ἐπίγραμμα ἔχει οὕτως· Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Γενναδίου τοῦ Σχολαρίου καὶ πα τριάρχου Κωνσταντινουπόλεως νέας Ῥώμης ὁμιλία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν Χριστιανῶν. Ἐρωτηθεὶς γὰρ παρὰ τοῦ εἰρημένου ἀμηρᾶ τοῦ καὶ σουλτάνου τάδε· Ὁ ἀμηρᾶς· Τί πιστεύετε ὑμεῖς οἱ Χριστιανοί; ἀπεκρίθη ὁ πατριάρχης καὶ εἶπεν αὐτῷ τάδε·
κφ. αʹ. Πιστεύομεν, ὅτι ἐστὶ Θεὸς δημιουρ γὸς πάντων ὅσων εἰσὶν ἀπὸ τοῦ μὴ εἶναι· ὅτι οὔτε σῶμά ἐστιν, οὔτε σῶμα ἔχει, ἀλλὰ ζῆν νοερῶς. Καί ἐστι νοῦς ἄριστος καὶ τελειότατος καὶ σοφώτατος ἀσύνθετος, ἄναρ χος, ἀτελεύτητος· ἔστιν ἐν τῷ κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οὐκ ἔστιν ἐν οὐδενὶ τόπῳ καί ἐστιν ἐν παντὶ τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ, δι' ὧν χωρίζεται ἀπὸ τῶν κτισμάτων αὐτοῦ. Καὶ ἄλλα τούτοις εἰσὶν ὅμοια. -Πάντα ὅσα κεφάλαια μετεγλωτί σθησαν εἰς τὴν τουρκοαραβόγλωσσαν ὑπὸ τοῦ Ἀχμὰτ καδδὴ Βεῤῥοίας τοῦ πατρὸς Μαχουμοὺτ τζελεπῆ τοῦ ἀναγραφέως καὶ οὕτως ἕπεται τὰ κεφάλαια κατὰ τάξιν·
Κφ. βʹ. Κείμενον· Ἔστι σοφὸς καὶ ἀγαθὸς καὶ ἀληθινὸς καὶ αὐτοαλήθεια. Ὅσα προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ μεμερισμένως, ἔχει αὐτὸς μόνος ὑψηλότερον τρόπον· καὶ ταύτας τὰς τελειότητας ἔχουσι καὶ τὰ κτίσματα αὐτοῦ, διότι αὐτὸς δίδωσι ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ· ἀγαθά εἰσι, διότι σοφός, σοφά· διότι ἀληθής, ἀληθῆ 450 καί τ' ἄλλα ὁμοίως, πλὴν ὅτι ὁ μὲν θεὸς κυρίως ἔχει αὐτά, τὰ δὲ κτίσματα κατὰ με τοχὴν ἔχουσιν.
Ἑρμηνεία· Κφ. γʹ Κείμενον· Πιστεύομεν, ὅτι εἰσὶν ἐν τῷ Θεῷ ἄλλα τρία ἰδιώματα, ἅτινά εἰσιν ὥσπερ ἀρχαὶ καὶ πηγαὶ πάντων τῶν ἄλλων ἰδιωμάτων αὐτοῦ· καὶ διὰ τούτων τῶν τριῶν ἰδιωμάτων ζῇ ὁ Θεὸς ἀϊδίως ἐν ἑαυτῷ καὶ πρὸ τοῦ