Chronicon sive Maius (additamenta Macarii Melisseni lectiones variae)

 Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί-νεται Νικόλαος. Ἡ

 Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοια

 δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς

 ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, κα

 πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς

δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς ὑποστάσεις, ἤγουν τρία πρόσω πα· καὶ διότι αὐτὰ τὰ ἰδιώματα οὐ μερίζουσι τὴν μίαν καὶ ἁπλουστάτην οὐσίαν τοῦ Θεοῦ, διὰ τοῦτό ἐστι Θεὸς καὶ μετὰ τῶν ἰδιωμάτων τούτων εἷς Θεὸς καὶ οὐκ εἰσὶ τρεῖς θεοί, καθώς τινες τολμῶντες λέγουσιν.

Ἑρμηνεία· Κφ. δʹ. Κείμενον· Πιστεύομεν, ὅτι ἐκ τῆς φύσεως τοῦ Θεοῦ ἀνατέλουσι λό γος καὶ πνεῦμα ὥσπερ ἀπὸ τοῦ πυρὸς φῶς καὶ θέρμη. Καὶ καθάπερ τὸ πῦρ καὶ εἰ μή ἐστί τι τὸ φωτιζόμενον καὶ θερμαινόμενον ὑπ' αὐτοῦ, ἀλλ' ὁμῶς αὐτὸ τὸ πῦρ ἀεὶ ἔχει φῶς καὶ θέρμην καὶ ἐκπέμπει φῶς καὶ θέρμην ἡμῖν, οὕτω καὶ πρὸ τοῦ δημιουργηθῆ ναι τὸν κόσμον ἦσαν ὁ λόγος καὶ τὸ πνεῦμα, ἐνέργειαι τοῦ Θεοῦ φυσικαί, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν, ὡς προείρηται, καὶ ταῦτα τὰ τρία, νοῦς, λόγος καὶ πνεῦμα εἷς θεός ἐστιν, ὥσπερ ἐν τῇ μιᾷ ψυχῇ τοῦ ἀνθρώπου ἐστι νοῦς καὶ λόγος νοητὸς καὶ θέλησις νοητή, καὶ ὅμως ταῦτα τὰ τρία εἰσὶ μία ψυχὴ κατὰ τὴν οὐσίαν. Πάλιν τὸν λόγον τοῦ Θεοῦ ὀνομάζομεν σοφίαν τοῦ Θεοῦ καὶ δύναμιν καὶ υἱὸν αὐτοῦ, διότι ἐστὶ γέννημα τῆς φύσεως αὐτοῦ, ὥσπερ τὸ γέννημα τῆς φύσεως τοῦ ἀνθρώπου, <καλοῦμεν υἱὸν τοῦ ἀνθρώπου> καὶ ὥσπερ τὸ νοήμα τοῦ αὐτοῦ ἐστι γέννημα τῆς ψυχῆς αὐτοῦ. Καὶ πά λιν ὀνομάζομεν τὴν θέλησιν τοῦ Θεοῦ πνεῦμα τοῦ Θεοῦ καὶ ἀγάπην. Αὐτὸν δὲ τὸν νοῦν καλοῦμεν πατέρα, διότι αὐτός ἐστιν ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. Ὅτι οὖν ὁ Θεὸς οὐ νοεῖ μόνον τὰ κτίσματα αὐτοῦ, ἀλλὰ μᾶλλον νοεῖ καὶ γινώσκει ἑαυτόν, καὶ διὰ τοῦτο ἔχει λόγον καὶ σοφίαν, δι' ἧς νοεῖ ἑαυτὸν ἱδίως· ὁμοίως οὐ θέλει καὶ ἀγαπᾷ μόνον τὰ ποιήματα ἑαυτοῦ ὁ Θεός, ἀλλὰ θέλει καὶ ἀγαπᾷ ἑαυτὸν πολλῷ μᾶλλον. ∆ιὰ τοῦτο ἀϊδίως προέρχονται ἐκ τοῦ Θεοῦ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ καὶ ἀϊδίως εἰσὶν ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ἰδιώματα μετὰ τοῦ Θεοῦ εἷς ἐστι Θεός.

Ἑρμηνεία· Κφ. εʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Θεὸς διὰ τοῦ λόγου τῆς σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ ἐδημιούργησε τὸν κόσμον· καὶ διὰ τοῦ πνεύματος, τῆς ἀγαθῆς θελή σεως καὶ ἀγάπης αὐτοῦ προνεῖται καὶ κυβερνᾷ καὶ κινεῖ πᾶσαν φύσιν αὐτοῦ ἐν τῷ κόσμῳ πρὸς τὸ ἀγαθὸν κατὰ τὴν τάξιν ἐκείνης φύσεως. Καὶ διὰ τοῦτο πιστεύομεν, ὅτι, ὅτε ἠθέλησεν ὁ Θεός, διὰ μόνην τὴν ἐλεημοσύνην αὐτοῦ ἐπέστρεψε τοὺς ἀνθρώ πους ἀπὸ τῆς πλάνης τῶν δαιμόνων καὶ τῆς εἰδωλολατρείας, διότι πλὴν τοῦ ὀλίγου τόπου τῶν Ἰουδαίων, ἐν ᾧ προσεκυνεῖτο καὶ ἐπιστεύετο εἷς θεὸς ἐκ τοῦ νόμου τοῦ Μωύσεως, ἡ δ' ἄλλη πᾶσα ἡ οἰκουμένη ἐσεβάζετο τὰ κτίσματα τοῦ Θεοῦ καὶ πολλοὺς θεοὺς μὴ ὄντας ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ προσεκύνουν· καὶ ἐπολιτεύοντο κατὰ τὰς ἰδίας ἕκαστος ἐπιθυμίας, οὐ κατά τινα τοῦ Θεοῦ νόμον.

Ἑρμηνεία· Κφ. ʹ. Κείμενον· Τότε ἐποίησεν ὁ Θεὸς τὴν τοιαύτην ἀνάπλασιν τῶν ἀνθρώ πων διὰ τοῦ λόγου καὶ διὰ τοῦ ἁγίου πνεύματος αὑτοῦ· καὶ διὰ τοῦτο ὁ λόγος τοῦ Θεοῦ ἐνεδύθη τὴν ἀνθρωπείαν φύσιν, ἵνα ὡς μὲν ἄνθρωπος ὁμιλήσῃ ἀνθρώποις, ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ Θεοῦ σοφία διδάξῃ τοὺς ἀνθρώπους πιστεύειν εἰς τὸν ἕνα καὶ ἀληθῆ Θεὸν καὶ πολιτεύεσθαι κατὰ τὸν νόμον, ὃν αὐτὸς ἔδωκε· καὶ πάλιν ὡς μὲν ἄν θρωπος ἵνα δῷ τὴν πολιτείαν αὐτοῦ παράδειγμα τῆς διδασκαλίας αὑτοῦ. Πρῶτος γὰρ αὐτὸς ἐτήρησε τὸν νόμον, ὃν ἔδωκε τοῖς ἀνθρώποις. Ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ δύ ναμις δυνηθῆ κατορθῶσαι τὸ παγκόσμιον ἀγαθόν, ὅπερ ἐβούλετο, διότι ἦν ἀδύνατον δι' ἑνὸς ἀνθρώπου δυνάμει ἐπιστρέψαι τὴν οἰκουμένην πρὸς τὸν Θεόν. Καὶ οὕτως διὰ μὲν τοῦ λόγου αὐτοῦ ἔσπειρε τὴν ἀλήθειαν ὁ παντοδύναμος καὶ ἀόρατος Θεὸς ἐν Ἱερουσαλήμ, διὰ δὲ τοῦ πνεύματος αὐτοῦ ἐφώτισε καὶ ἐνίσχυσε τοὺς ἀποστόλους 452 αὑτοῦ, ἵνα σπείρωσιν αὐτοὶ τὴν ἀλήθειαν καὶ εἰς πάντα τὸν κόσμον καὶ ἵνα καταφρο νήσωσι τὸν κόσμον διὰ τὴν ἀγάπην τοῦ πέμψαντος αὐτὸν Θεοῦ καὶ διὰ τὴν ἀγάπην τῆς σωτηρίας τοῦ κόσμου κατὰ τὸ παράδειγμα τοῦ Ἰησοῦ,