Chronicon sive Maius (additamenta Macarii Melisseni lectiones variae)

 Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί-νεται Νικόλαος. Ἡ

 Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοια

 δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς

 ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, κα

 πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς

Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί-νεται Νικόλαος. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν· τὸν εἰρημένον Νικό λαον τοῦ μεγάλου πρωτοστράτορος Νικηφόρου ἀνεδέξατο ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελθόντι ἐάρι μέλλων ἐξ ἀνθρώπων γενέσθαι ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριητὴς νήπιος ὢν καὶ πλη ροφορίαν καὶ διάθεσιν μεγάλην ἔχων πρὸς τὸν δεσπότην κὺρ Θεόδωρον, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυβερνήτην τοῦ πνευματι κοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὐτοῦ χωρῶν τε καὶ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος Νικόλαος ἐμφὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐπικρατείας τόποι καὶ χῶραι οἱ ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεο δώρῳ. Ἦσαν γὰρ ἐκτὸς πᾶσα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου, μεγάλη Αἶνος ἕως τε καὶ Περιθεωρίου· τὰ δὲ ἐντὸς τῆς Πελοποννήσου ἐν μὲν τῷ Μεσσηνιακῷ κόλπῳ, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός, Ἀνδροῦσα, λέγω καὶ Καλαμά τα, Μαντινία, Ἰαννίτζα, Πήδημα, Μάνη, Νησίν, Σπιτάλιν, Γρεμπενὶ καὶ Καράντζα καὶ Ἀετός, Λωΐ, Νεόκαστρον, Ἀρχάγγελος, Σαυλάουρος, Ἰωάννινα, Ἰθώμη, Λιγούδιστα Φιλατρία, Πύλος καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους καὶ κορυφῆς, τοῦ τῆς Νίκης τοῦ ∆ή μου λεγομένου, ἄχρι τοῦ πεδίου Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελλίρας καὶ Βοσ τίτζα καὶ τὰ περὶ αὐτήν, ἃ καὶ σταλεὶς ἐγὼ ταῦτα παρέλαβον, τὰ ὅσα ἐκ τῶν ἔξωθεν ὀλίγα πάνυ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν μὴ εὑρισκόμενα. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγο πούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι' αἰτίαν τοιαύ την. Τοῦ γὰρ ῥηθέντος καίσαρος Ἀλεξίου καὶ Μιχαὴλ <τὸν> γεννήτορα ὁ βασιλεὺς κὺρ Ἰωάννης ὁ ∆ούκας στρατηγὸν Παφλαγονίας ἐπροχειρίσατο ἔφηβον ὄντα ἔτι καὶ πάνυ μείρακα. Αὐτὸς δὲ ἔργα ἀρεϊκὰ ἐπιδείξας καὶ κατὰ τῶν ἐναντίων τρόπαια στήσας, δι' ἣν αἰτίαν Στρατηγόπουλον ἐπεκάλεσαν καὶ δι' αὐτοῦ τοὺς υἱοὺς τούτου ἐπωνόμαζον. 276 ∆ιήρχετο δὲ τὴν εἰρημένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ δεσπότῃ κὺρ Κωνσταντίνῳ ἐδωρήσατο ταύτην τακτικῶς Α. αλιι ξοδιξες πραεβεντ· ... ὃν καὶ Μελισσουργὸν ἐπωνόμαζον διὰ τὴν αὐτοῦ εἰς πάντα δεξιότητα ἐκ τῆς φυλῆς ἦν καταγόμενος τοῦ παλαιοῦ ἐκείνου Νικηφόρου καί σαρος τοῦ Μελισσηνοῦ. Ὁ δὲ Νικηφόρος οὗτος ἐκ γόνων ὑπῆρχε τοῦ πατρικίου Εὐγε νίου. ∆ιατὶ μὲν ὁ βασιλεὺς Μιχαὴλ ὁ τὴν προσηγορίαν καὶ Ῥαγκαβὲλ καὶ ὁ πατρί κιος Μιχαὴλ ὁ Μελισσηνὸς ὑπῆρχον κασιγνήτων δύο ἀποτοκεύματα καὶ ἀπόγονοι τοῦ ῥηθέντος καίσαρος· καὶ ὁ μὲν τῆς βασιλείας ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ Πρώτῃ ἐξο ρισθεὶς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε· τὸν δὲ υἱὸν αὐτοῦ Θεοφύλακτον τῶν παιδογόνων μορίων στερήσαντες, καὶ οὕτω τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον. Ὁ δὲ πατρίκιος Μιχαὴλ ἔσχε υἱοὺς δύο ∆ημήτριον καὶ Θεόδοτον· καὶ ὁ μὲν πατριάρχης γενόμενος τὴν Ἐκκλησίαν Κυρίου ἰθύνας, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ ∆ημήτριος γεννᾷ Νικηφόρον, ὁ δὲ Νικηφόρος γεννᾷ Θεόδοτον, ὁ δὲ Θεόδοτος γεννᾷ τὸν πατρίκιον Νικήταν τὸν Ὀρυφᾶν. Ὁ δὲ Νικήτας γεννᾷ Θεοφάνην τὸν πατρί-κιον καὶ πρωτοβεστιάριον καὶ Νάσαρ, ὁ δὲ Θεοφάνης Χριστοφόρον, ὁ δὲ Χριστόφος τὸν μάγιστρον Λέοντα καὶ Θεόληπτον. Ὁ δὲ μάγιστρος Λέων γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος Θεοφύλακτον, ὁ δὲ Θεοφύλακτος Θεόδωρον, ὁ δὲ Θεόδωρος Νικηφόρον τὸν καίσαρα τὸν ἐπ' ἀδελφῇ γαμβρὸν τοῦ ἄνακτος Ἀλεξίου του Κομνηνοῦ. Ὁ δὲ καῖσαρ Νικηφόρος γεννᾷ Ἰωάννην τὸν Κομνηνόν, ὁ δὲ Κομνηνὸς Ἰωάννης γεννᾷ Ἀλέξιον, ὁ δὲ Ἀλέξιος γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος γεννᾶ Ἀλέξιον τὸν καίσαρα καὶ Μιχαήλ, οὓς Στρατηγοπούλους ἐπωνόμαζον. Ὁ δὲ καῖσαρ Ἀλέξιος γεννᾷ Γρηγόριον, ὁ δὲ Γρηγόριος Θεόφιλον καὶ Μιχαὴλ, ὁ δὲ