Chronicon sive Maius (additamenta Macarii Melisseni lectiones variae)

 Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί-νεται Νικόλαος. Ἡ

 Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοια

 δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς

 ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, κα

 πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς

πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς ἐστι ἐν τῷ οὐρανῷ, ἡ δὲ κόλασις 454 τῶν πονηρῶν ἐν τῇ γῇ. Καὶ ἡ ἀπόλαυσις τῶν ἁγίων οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὅτε τελειωθήσονται αἱ τοιαῦται ψυχαὶ εἰς τὴν γνῶσιν καὶ τότε θεωρήσουσι τὰ μυστήρια τοῦ Θεοῦ, ἃ νῦν οὐ γινώσκουσιν εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.

Ἑρμηνεία· Κφ. ιγʹ. Κείμενον· ∆ιὰ τί δὲ ἦν ἀναγκαῖον σαρκωθῆναι τὸν λόγον τοῦ Θεοῦ καὶ Θεόν; Εἰσὶν ἀναγκαῖοι καὶ πολλοὶ λόγοι· καὶ ὅταν ᾖ χρεία, ἐσμὲν ἕτοιμοι δοῦ-ναι καὶ αὐτούς. Ἐπέκεινα δὲ ἐκείνων τῶν λόγων πληροφοροῦσιν ἡμᾶς τὴν ἀλήθειαν τῆς πίστεως ἡμῶν τὰ ἑπτὰ ταῦτα·

Ἑρμήνεια· Κφ. ιδʹ. Κείμενον· Ὅτι ἐπροφήτευσαν οἱ προφῆται τῶν Ἰουδαίων, οὓς στέργομεν καὶ ἡμεῖς, τὸν Ἰησοῦν καὶ ὅσα ἐποίησε καὶ ὅσα ἐγένοντο ἐπ' αὐτοῦ καὶ ὅσα ἐποίησαν ὕστερον οἱ μαθηταὶ αὐτοῦ τῇ δυνάμει αὐτοῦ. Ὁμοίως ἐπροφήτευσαν καὶ τὰ μαντεῖα τῶν Ἑλλήνων συγχωρήσει Θεοῦ καὶ οἱ ἀστρονόμοι τῶν Περσῶν καὶ τῶν Ἑλλήνων, καὶ ταῦτα πάντα μετὰ εὐφημείας μεγάλης τοῦ Ἰησοῦ. Καὶ ὅτι πᾶσαι αὗται αἱ προφητεῖαί εἰσιν ἀπαράγραπτοι ἔχομεν δεῖξαι·

Ἑρμηνεία· Κφ. ιεʹ. Κείμενον· Ὅτι αἱ γραφαὶ πᾶσαι τῆς πίστεως ἡμῶν συμφωνοῦσιν ἐν πᾶσι, διότι εἶχον οἱ γράψαντες αὐτὰς ἕνα διδάσκαλον, τὴν χάριν τοῦ Θεοῦ, ἄλλως γὰρ ἔμελλον ἔν τισι διαφωνεῖν·

Ἑρμηνεία· Κφ. ιʹ. Κείμενον· Ὅτι ἐδέξαντο ταύτην τὴν πίστιν, νέαν οὖσαν καὶ παράδοξον, οἱ ἄνθρωποι πανταχοῦ μετὰ σπουδῆς καὶ μετὰ κινδύνων πολλῶν, καὶ οὐ μόνον ἰδιῶται καὶ ἀμαθεῖς, ἀλλὰ καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί. Καὶ διὰ τοῦτο κατελύθη τελείως ἡ πλάνη τῶν δαιμόνων·

Ἑρμηνεία· Κφ. ιζʹ. Κείμενον· Ὅτι ἡ πίστις αὔτη οὐδὲν περιέχει ἀδύνατον, οὐδὲν ἀσύμ-φωνον, οὐδὲν σωματικόν, ἀλλὰ πάντα πνεύματι· καὶ ἔστιν ὁδὸς φέρουσα τὰς ψυχὰς τῶν ἀνθρώπων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ τῆς μελλούσης αἰωνίου ζωῆς·

Ἑρμηνεία· Κφ. ιηʹ. Κείμενον· Ὅτι ὅσοι ἔλαβον ταύτην τὴν πίστιν καὶ ἐπολιτεύσαντο ἐνα-ρέτως κατὰ τοῦ Ἰησοῦ νόμον, ἔλαβον μεγάλα χαρίσματα ἐκ τοῦ Θεοῦ καὶ δυνάμεις ἐποίησαν πολλὰς ἐν ὀνόματι Ἰησοῦ, ὅπερ οὐκ ἂν ἦν, εἰ ἡ πίστις αὕτη ἦν ἐναντία τῇ ἀληθείᾳ.

Ἑρμηνεία· Κφ. ιθʹ. Κείμενον· Ὅτι ὅσα λέγουσί τινες κατὰ τῆς πίστεως ταύτης, δυνάμεθα λύειν εὐκόλως καὶ εὐλόγως·

Ἑρμηνεία· Κφ. κʹ. Κείμενον· Ὅτι τῇ πίστει ταύτῃ ἐπολέμησαν διὰ πολλῶν τιμωρίων καὶ φόνων οἱ βασιλεῖς τότε καὶ οἱ ἔπαρχοι αὐτῶν ἐν τῇ οἰκουμένῃ τριακοσίους δέκα ὀκτὼ χρόνους πολύθεοι ὄντες καὶ εἰδωλολάτραι καὶ οὐδὲν ἴσχυσαν, ἀλλὰ ἐνίκησεν ἡ πίστις καὶ διαμένει μέχρι τοῦ νῦν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσῃ αὐτήν. Καὶ εἰ μὴ ἦν ἡ πί-στις αὔτη ἐκ θελήματος τοῦ Θεοῦ, διελύθη ἂν τότε εὐκόλως. Αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ δόξα· ἄμην.

Ἑρμηνεία· Κφ. καʹ. Κείμενον· Ταῦτα λέγομεν ἡμεῖς περὶ πίστεως ἡμῶν συντόμως. Ἑρμη-νεία· Καὶ μετὰ ταῦτα πολλὰ Α.