ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀνὰ στόμα φέρων σὺν πάσῃ εὐχαριστίᾳ καὶ τιμῇ τὰς μεγάλας αὐτοῦ εὐεργεσίας· εἰ δὲ μικρὸς καὶ εὐκαταφρόνητος, οὐκ ἀνυμνῶν καὶ εὐφημῶν πάσῃ τῇ αὐτοῦ δυνάμει τὸν οὐ μεγάλων μόνον, ἀλλὰ καὶ μικρῶν εὐεργέτην. Τοῖς μὲν οὖν μείζοσι καὶ διαβεβηκόσι δυνάμει ψυχῆς, οἷα δὴ ἐκ πλείονος περιουσίας καὶ μεγάλου πλούτου, μείζους καὶ φιλοτιμοτέρας ἀναγκαῖον ἀποδιδόναι τοῖς εὐεργέταις τὰς κατὰ δύναμιν εὐφημίας· τοῖς δὲ μικροῖς καὶ ἐν στενῷ καθεστῶσιν οὐδ' αὐτοῖς ἀμελεῖν οὐδὲ ῥᾳθυμεῖν προσῆκον, οὐδ' ἀναπεπτωκέναι, ὡς οὐδὲν ἄξιον φέρειν οὐδὲ τέλειον δυναμένοις· ἀλλ' οἷα πένητας μέν, εὐγνώμονας δέ, οὐ τὴν τοῦ τιμωμένου, τὴν δ' αὑτῶν δύναμιν μετρήσαντας, ἐκ τῆς παρούσης δυνάμεως ἀναφέρειν τὰς τιμάς, χαριέσσας ἴσως ἐσομένας καὶ καταθυμίους τῷ τετιμημένῳ, καὶ οὐκ ἐν δευτέρᾳ χώρᾳ παρ' αὐτῷ τῶν μεγάλων καὶ πολλῶν, εἰ σύν τινι προθυμίᾳ μείζονι καὶ γνώμῃ προσφέροιεν ὁλοκλήρῳ. Οὕτως ἐν ἱεραῖς βί βλοις φέρεται, ὅτι δὴ μικρά τις καὶ πτωχὴ γυνὴ ἅμα πλουσίοις καὶ δυνατοῖς, οἳ προσέφερον ἐκ τοῦ πλούτου μεγάλα καὶ πολυτελῆ, μόνη μικρὰ μὲν καὶ ἐλάχιστα, πάντα δὲ ὅμως τὰ ὄντα αὐτῇ συμβαλλομένη, τὴν τῆς πλείονος δόσεως μαρτυρίαν ἀπηνέγκατο. Οὐ γὰρ οἶμαι τῷ ποσῷ τῆς διδομένης ὕλης, οὔσης ἔξωθεν, ταῖς δὲ προφερούσαις γνώμαις μᾶλλον καὶ προαιρέσεσι τὴν φιλοτιμίαν καὶ τὴν μεγαλοπρέπειαν ὁ ἱερὸς λόγος ἐσταθμή σατο. Οὐ τοίνυν οὐδὲ ἡμᾶς ἀποκνεῖν πάντη προσῆκον δέει τοῦ μὴ ἐξισωθήσεσθαι τὴν εὐχαριστίαν ταῖς εὐεργεσίαις, ἀλλὰ πᾶν τοὐναντίον τολμᾶν καὶ πειρᾶσθαι, εἰ καὶ μὴ τὰς ἴσας, τὰς γοῦν δυνατὰς προφέρειν ὡς ἐν ἀμοιβῇ τιμάς· εἴ πως τῶν τελείων διαμαρτάνων, τῶν ἐπὶ μέρους γοῦν τεύξηται ἡμῖν ὁ λόγος, τὴν παντελῆ τῆς ἀχαριστίας δόξαν διαδράς. Ἄχρηστον γὰρ ἀληθῶς ἡ παντελῶς σιωπή, ὑπὸ πιθανῷ τῷ τοῦ μὴ δύνασθαι ἄξιόν τι λέγειν προκαλύμματι· εὔγνωμον δὲ ἡ πεῖρα ἡ πρὸς τὰς ἀμοιβὰς ἀεί, κἂν ἥττων τῆς ἀξίας δύναμις τοῦ τὴν χάριν ἀναφέροντος ᾖ. Οὐ γὰρ εἰ μὴ κατ' ἀξίαν οἷός τέ εἰμι λέγειν, σιωπήσομαι· ἀλλ' εἰ ἀποπλήσω πάνθ' ἅ μοι δυνατόν ἐστι, καὶ σεμνυ νοῦμαι. Ἔστω δή μοι ὁ λόγος ὅδε χαριστήριος· θεῷ μὲν τῷ τῶν ὅλων οὐκ ἂν ἐθελήσαιμι λέγειν· καίτοι γε ἐκεῖθεν ἡμῖν πᾶσαι μὲν αἱ τῶν ἀγαθῶν ἀρχαί, ἐκεῖθεν δὲ καὶ ἡμᾶς τῶν εὐχαριστιῶν ἢ ὕμνων καὶ αἴνων ἄρχεσθαι χρή. Ἀλλὰ γὰρ οὐδ' εἰ ὅλον ἐμαυτόν, μὴ οἷος μὲν νῦν εἰμι βέβηλος καὶ ἀκάθαρτος, ἀναμεμιγμένος καὶ πεφυρμένος παναγεῖ καὶ ἀκαθάρτῳ κακῷ, γυμνὸν δὲ αὑτὸν ὅτι καθαρώτατον λαμπρότατόν τε καὶ εἱλικρινέστατον καὶ ἀμιγῆ παντὸς χείρονος, οὐδ' εἰ ὅλον, φημί, γυμνὸν ὥσπερ τινὰ γενόμενον φέρων ἐπιδοίην, φέροιμι ἄν τι παρ' ἐμαυτοῦ δῶρον ἄξιον εἰς τιμὴν καὶ ἀμοιβὴν τῷ πάντων ἡγεμόνι καὶ αἰτίῳ· ὃν οὔτε ἰδίᾳ ἕκαστος πώποτε, οὔτε καὶ ἅμα πάντες, ὡς εἰ ἓν καὶ ταὐτὸ γένοιντο πάντα καθαρά, αὑτῶν μὲν ἐκστάντα, πρὸς αὐτὸν δὲ ἐπιστρέψαντα μᾶλλον, ἀθρόα ἑνὶ πνεύματι καὶ μιᾷ ὁρμῇ τῇ συμφώνῳ, ἀξίως ἂν εὐφημῆσαι δύναιντο. Ὅ τι γὰρ τῶν αὐτοῦ δημιουρ γημάτων καὶ διανοηθῆναί τις ἄριστα καὶ ὁλοκλήρως καί, εἰ οἷόν τε, εἰπεῖν κατ' ἀξίαν περὶ αὐτοῦ δυνηθείη· αὐτῆς δὲ τῆς δυνάμεως ἕνεκεν, ἧς ἠξίωται οὐ παρ' ἄλλου του, παρ' αὐτοῦ δὲ λαβών, οὐκ ἔσθ' ὅπως ἂν ἄλλο τι μεῖζόν ποθεν εὐπορήσας εἰς εὐχαριστίαν ἀναθείη.
4 Ἀλλὰ τὰς μὲν εἰς τὸν πάντων βασιλέα καὶ κηδεμόνα, τὴν διαρκῆ πηγὴν πάντων ἀγαθῶν, εὐφημίας καὶ ὕμνους τῷ κἀν τούτῳ τὴν ἀσθένειαν ἡμῶν ἰωμένῳ καὶ τὸ ἐνδέον ἀναπληροῦν μόνῳ δυναμένῳ ἐπιτρέψομεν, τῷ προστάτῃ τῶν ἡμετέρων ψυχῶν καὶ σωτῆρι, τῷ πρωτο γενεῖ αὐτοῦ λόγῳ, τῷ πάντων δημιουργῷ καὶ κυβερνήτῃ· αὐτῷ μόνῳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ πάντων, ἰδίᾳ τε ἑκάστου καὶ ἀθρόον ἅμα, δυνατὸν ὂν ἀναπέμπειν διηνεκεῖς καὶ ἀδιαλείπτους τῷ πατρὶ τὰς εὐχαριστίας. Ὅτι αὐτὸς ἡ ἀλήθεια ὢν καὶ ἡ αὐτοῦ τοῦ πατρὸς τῶν ὅλων καὶ σοφία