1

 2

 3

 4

 5

 6

3

κόσμου παντελῶς ἀποτέμνουσαν, ὁ δὲ γά μον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα· ὁ μὲν νη στείαν ἄτυφον, ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον· ἄλλος τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματι κοῖς, ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάντες δάκρυα, πάντες κάθαρσιν, ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.

Ηʹ. Καλὴ καὶ ἁπλότης καρποφορία, καὶ γέλως σω φρονιζόμενος, καὶ θυμὸς κολαζόμενος, καὶ ὄμμα παι δαγωγούμενον, καὶ νοῦς πλανᾶσθαι μὴ συγχωρούμε νος. Οὐδὲν οὕτω μικρὸν τῶν εἰσφερομένων Θεῷ, κἂν ἐλάχιστον ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμε νον, ὃ μὴ προσίεται πάντως καὶ ἀποδέχεται, εἰ καὶ σταθμίζειν οἶδε τῇ δικαίᾳ κρίσει τὸ ἔλεος. ∆έχεται καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλῶ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. Μωσῆς ἐπήγνυτο τὴν σκηνὴν κάτω, τὴν τῶν οὐ ρανίων ἀντίτυπον, καὶ πάντες εἰσέφερον τὸ κηρυχθὲν αὐτοῖς. Οἱ δὲ καὶ αὐτεπάγγελτοι, οἱ μὲν χρυσὸν, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους εἰς τὴν ἐπωμίδα· αἱ δὲ βύσσον διακεκλωσμένην, αἱ δὲ κόκκινον νε νησμένον, οἱ δὲ πορφύραν, οἱ δὲ δέρματα κριῶν ἠρυ θροδανωμένα· αἱ δὲ καὶ τρίχας αἰγείας εἰς τὰ κάτερ γα τῆς σκηνῆς, τὸ φαυλότατον· οἱ δὲ ὅ τι ἕκαστος, ἢ ἑκάστη τύχοιεν ἔχοντες· πάντες δὲ ἔφερον, καὶ οὐδεὶς ἦν ἀσυντελὴς, οὐδὲ τῶν πενεστάτων. Οὕτω καὶ ἡμεῖς τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκκλησίας, ἣν ὁ Κύριος ἔπηξε, καὶ οὐκ ἄνθρωπος, ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν, ὁ μὲν μικρὸν, ὁ δὲ μεῖζον, πάντες δὲ ὁμοίως εἰσφέρωμεν εἰς ἔργον τέλειον, εἰς κατοικητήριον Χριστοῦ, εἰς ναὸν ἅγιον, συντιθέμενοι, καὶ συναρμολογούμε νοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον, ὅσον εἰλήφαμεν, κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ, καὶ τὸ εἰδέναι Θεὸν, καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκω μεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ 35.1053 τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος, μετρεῖ Θεὸς τὴν ἐπί δοσιν.

Θʹ. Μὴ οὖν ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ' ἤδη γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπῃ, τὸ πᾶν ἐλλίπῃς. Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν με ταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νο μῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμε νος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ' ὄνομα, καὶ εἰσ άγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυ σιν. Φοβηθῶμεν, μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρῖμα, κα τὰ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες.

Ιʹ. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε· ἀρκεῖ γὰρ ὑμῖν, ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετεῖτε τοῖς νομοθέταις· οὐ γάρ ἐστι Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης καὶ τάξεως. Μὴ τοίνυν ἔστω τις κεφαλὴ, μόγις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων μελῶν τοῦ σώματος· ἀλλ' ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττο νος ἄξιος· ἐν ᾧ στέργει τὴν παροῦσαν, πλέον εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἣν οὐκ ἔλαβεν. Μή τις, ἐνὸν ἀκινδύνως ἕπεσθαι,