1

 2

 3

 4

 5

 6

6

γήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς μὲν καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων ὁμοῦ δεσπότῃ, τὸ Σολομῶντος φθέγξομαι, καὶ βασιλεὺς ἀρχο μένῳ, καὶ ἀπογραφεὺς ἀπογραφομένῳ, καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν, τοιαῦτα καὶ γραφησόμεθα. Ταύ την ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν, ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.

Ι ςʹ. Τί πρὸς ταῦτα λέγεις; Τί γράφεις, ὦ φίλων ἄριστε καὶ ἡλίκων καὶ παιδευτῶν ἡμῖν κοινωνὲ καὶ παιδευμάτων, εἰ καὶ νῦν ἡμᾶς εἰς τὴν κρείττω μοῖ ραν ὁ Θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παιδεύειν τοὺς ἐν ἐξουσίᾳ (ὀκνῶ γὰρ εἰπεῖν βαρυτέραν); Ὦ πατρίδος εὐσεβοῦς καὶ γένους, ὦ γονέων ἱερῶν ἱερὸν φυ τὸν, ὦ ῥίζα τέκνων ἱερωτέρων, πῶς ποτε ἀπο δέχῃ τοὺς ἐμοὺς λόγους; Ἆρά τι πείθομεν, ἢ δεήσει κατεπᾴδειν μακρότερα; Τοῦτο μὲν οὐκ εἰκάζειν, ἀλλ' εὖ εἰδέναι χρὴ, ὅτι σε οἱ παρ' ἐμοῦ λόγοι ἐκ πλείονος ἔχουσιν. Καὶ γὰρ εἰ μή τινι ἄλλῳ θαῤῥεῖν εἴχομεν, ἀλλὰ τοῖς λόγοις αὐτοῖς, οἵ σε ἀεὶ πρὸς τὰ καλὰ ῥᾳδίως ἄγουσιν, ἢ ἀρχόμενον, ἢ ἑπόμενον· τοῦτο γάρ ἐστιν, ᾧ τῶν πολλῶν οἱ σοφοὶ διαφέρουσιν. Ἐγὼ δὲ μικρὸν ἔτι προσθήσω τοῖς εἰρημένοις· σὺ μὲν ἔδωκας μισθὸν τοῖς ἐμοῖς λόγοις, ὅντινα δέδωκας· οἱ δέ σοι διδόασι καὶ προσάγουσι πένητας, πάντα χορὸν ἱερέων, χορὸν φιλοσόφων, οὐδενὶ δεσμῷ κάτω κατεχομένων, μόνα κεκτημένων τὰ σώματα, καὶ οὐδ' αὐτὰ παντελῶς· οὐδὲν ἐχόντων Καίσαρι, πάντα Θεῷ, ὕμνους, εὐχὰς, ἀγρυπνίας, δάκρυα, 35.1064 κτῆσιν οὐ κρατουμένην, ἀποθανεῖν κόσμῳ, ζῆσαι Χριστῷ, σάρκα κενῶσαι, ψυχὴν ἑλκῦσαι ἀπὸ τοῦ σώματος. Τούτων φειδόμενος, ἢ καὶ καθαρῶς ἀποδιδοὺς τῷ Θεῷ τοὺς θεραπευτὰς τοῦ Θεοῦ καὶ μύστας, καὶ τῶν οὐρανίων ἐπόπτας, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου γένους, τὸ ἔρεισμα τοὺς τῆς πίστεως στεφάνους, τοὺς μαργαρίτας τοὺς τιμίους, τοὺς τοῦ ναοῦ λίθους, οὗ θεμέλιος καὶ ἀκρογωνιαῖος Χριστὸς, τοῦ καλοῦ λέγω τῆς Ἐκκλησίας πληρώματος· καὶ κάλλιστα ἂν καὶ τούτοις, καὶ σεαυτῷ, καὶ πᾶσιν ἡμῖν βουλεύσαιο. Καί σοι εὔχομαι τοῦτον παρ' ἡμῶν τὸν πλοῦτον γενέσθαι μᾶλλον, ἢ πολλοῦ χρυσίου καὶ ἀργυρίου θησαυροὺς, νῦν ὑπάρχοντας, καὶ μετ' ὀλίγον οὐκ ἐσομένους.

ΙΖʹ. Αὕτη τῶν ἐμῶν λόγων ὑμῖν ἡ καρποφορία, εἰ καὶ τῆς ἐλπίδος ἐλάττων, ἀλλὰ κατά γε τὴν ἡμετέραν δύναμιν. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τῆς ἐμῆς εἰσφορᾶς τὸ μεῖζον, τὴν εὐπείθειαν· ὡς ἂν τά τε ἄλλα καὶ ἧττον δέησθε τῶν ἐμῶν λόγων, ἀλλήλους κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὡς ἂν χρηστῆς καὶ φιλανθρώπου τῆς ἐκεῖθεν γραφῆς τυχόντες, καὶ περὶ τὸν πάντων βασιλέα χορεύοντες, ὃ μόνον ἔργον ἐστὶ τοῖς ἐκεῖ γεγραμμένοις, λειτουργῶμεν Θεῷ τὴν αἴνεσιν, τὴν μίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ θεωροῦντες καὶ ἀνυψοῦντες τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.