1

 2

 3

 4

 5

 6

1

Ad Julianum tributorum exaequatorem

ΛΟΓΟΣ ΙΘʹ.

Εἰς τοὺς λόγους, καὶ εἰς τὸν ἐξισωτὴν Ἰουλιανόν.

Αʹ. Τίς ἡ τυραννὶς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννού μεθα; τίς ἡ ἐμὴ σοφία καὶ ἐπιστήμη, δι' ἣν καθ' ἑκάστην πανήγυριν πολεμούμεθα; Ἐγὼ μὲν γὰρ οὐδεμίαν εὑρίσκω, πανταχόθεν ἐμαυτὸν διεξάγων καὶ διευθύνων. Πλὴν ἕν γε τοῦτο ἐμαυτῷ συνεπίστα 35.1045 μαι, καὶ ἴσως οὐ φαῦλον, κἄν τινες εὐήθειαν ὀνομά ζωσιν. Ἐβουλήθην ἐν καιρῷ μὲν παντὶ νεκρωθῆναι τῷ βίῳ, καὶ ζῆσαι τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν, καὶ γενέσθαι τις μεγαλέμπορος, πάντων ὧν ἔχω τὸν τίμιον ὠνησάμενος μαργαρίτην, καὶ ἀντι δοὺς τὰ ῥέοντα καὶ συρόμενα τῶν ἑστώτων καὶ οὐρανίων· ἥπερ δὴ πραγματειῶν μεγίστη καὶ βε βαιοτάτη τοῖς γε νοῦν ἔχουσιν· εἰ δ' οὒκ, ἀλλὰ τοῦτό γε καρτερῆσαι, παραχωρῆσαι τῶν θρόνων τοῖς βουλομένοις, αὐτὸς δὲ διὰ βίου παῖς εἶναι καὶ μαθητὴς, μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἁλμυροὺς ἀποκλύσωμαι. Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἔστω φιλοσοφίας, εἴτε εὐηθείας, καὶ πρῶτον· δεύτερον δὲ, ὃ καὶ μέγιστον.

Βʹ. Ἐπειδὴ λόγῳ τὸν τῶν πολλῶν λόγον ἐπισχεῖν οὐχ οἷός τε ἐγενόμην, καὶ τὴν νῦν κατέχουσαν πάν τας φορὰν καὶ προθυμίαν, εἰς τὸ διδάσκειν τε καὶ λαλεῖν τὰ τοῦ Πνεύματος χωρὶς Πνεύματος· ἑτέραν ἦλθον, ὡς ἐμαυτὸν πείθω, βελτίω τε καὶ ἀπονωτέραν ὁδὸν, παιδεῦσαι πρὸς ἡσυχίαν ἅπαντας τῷ ἀρχετύπῳ τῆς σιωπῆς· εἰ μέν τι μέγα περὶ ἡμῶν οἴονται, τὴν ὑπεροχὴν αἰδουμένους· εἰ δὲ μικρόν τε καὶ ὅσον ἄξιον, τῷ ὁμοτίμῳ συμμετριάζοντας. Οὗτος ὁ λόγος τῆς ἐμῆς σιωπῆς· τοῦτο τῆς καρτερίας ἡμῶν τὸ μυστήριον.

Γʹ. Ἀλλὰ τί πάθω; Ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν διέλκουσιν ἡμᾶς καὶ σπαράττουσι, καὶ ὑπὲρ τῶν ἐμῶν δικάζονται πόνων, ὥσπερ ἄλλο τι χρέος τὸν λόγον ἀπαραιτήτως εἰσπράττοντες, καὶ ἀγαπῶσι μᾶλλον ἢ αὐτὸς ἐμαυτόν· καὶ εἰσὶ πάντες ἐμοῦ σοφώτεροι, πλέον ἢ ἐγὼ γινώσκοντες καιρὸν λόγου ἢ σιωπῆς· καί φασιν οὐκ ἀνήσειν, ὥσπερ σιδήρῳ πυρῖτιν λίθον, παίοντες ἡμᾶς τοῖς ὀνείδεσιν, ἕως ἂν ἐκ μικροῦ σπινθῆρος τὸν τῶν λόγων πυρσὸν ἀνάψωσιν. Ἤδη δέ τινες αὐτῶν καὶ ὑπισχνοῦνται χρηστότερα, καὶ μεγάλα προτιθέασιν ἆθλα τοῖς λό γοις· πρῶτον μὲν ἑαυτοὺς εὐποιήσειν, δόντες τῷ Θεῷ καὶ ἡμῖν εἰς τὸν λόγον καρποφορῆσαι· ἔπειτα καὶ τούσδε πάντας, διὰ τῆς ἀπογραφῆς, τὸν ἐμὸν κλῆρον, εἴπερ ἐμὸς ὁ πατρικὸς, τὸ ἐμὸν ποίμνιον, οὓς λίαν ἀδικοίην, μὴ πάντα τρόπον εὐεργετεῖν προ 35.1048 θυμούμενος. Τὸ δὲ κάλλιστον, ὅτι, ὃ πολλὰ πονήσαν τας ἔδει κατορθῶσαι τοῖς λόγοις, τοῦτο ὑπὲρ τῶν λό γων αὐτῶν εἰσφέρουσιν. Ὢ τῆς καλῆς φιλονεικίας, ἣν ἐμὲ νικῆσαι φιλονεικοῦσιν! Ὢ τῆς ἐπαινετῆς ἐπι δόσεως! Ὁρᾶτε πηλίκον τὸ ἔργον τῆς ἐμῆς σιωπῆς· αὐτοὺς ὑμῖν πεποίηκε τοὺς λόγους ποθεινοτέρους. Ὁρᾶτε τὸν καρπὸν τῆς ἀδοξίας τῆς ἡμετέρας. Εἴθε τι γένοιτο καὶ τῶν λόγων τοσοῦτον ὄφελος, ὅσον τῆς σιωπῆς.

∆ʹ. Οὐκοῦν ἐπειδὴ ταῦτα δοκεῖ, καὶ νενικήκατε τὸν ἀήττητον, καὶ τρόπαιον ἐστήσατε κατὰ τῆς ἐμῆς φιλοσοφίας, φέρε τι φθέγξωμαι πρὸς ὑμᾶς, τῆς σιωπῆς ἄμεινον. Φθέγξομαι τοιγαροῦν, οὐ μα λακόν τι καὶ ἀναβεβλημένον, οὐδὲ τῆς ἡδίστης τοῖς πολλοῖς ἁρμονίας (οὐδὲ γὰρ ἂν καλῶς ἀμειβοίμην τοὺς ἐμοὺς ἐραστὰς, οὕτω διαλεγόμενος), ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον, καὶ ᾧ τάχα ἂν ἀμείνους γένοισθε, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθέντες, καὶ ὑψωθέντες