3
ἀέρθη, καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι, Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν. 8.29 Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων, καὶ σύ γ', Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι· θυμῷ δ' ἄρρενι Νόννα βίου τμήξασα κέλευθον, χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, ἥλατ' ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν, τρὶς μάκαρ ἐν νηῷ σῶμ' ἀποδυσαμένη. 8.30 Γρηγόριον βοόωσα παρ' ἀνθοκόμοισιν ἀλωαῖς ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι, χεῖρας δ' ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι, Γρηγόριον βοόωσα· τὸ δ' ἔζεεν αἷμα τεκούσης ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς· τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα. 8.31 Ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν, ἄλλη δ' ἐκ χαρίτων ἠδὲ σαοφροσύνης, ἄλλη δ' εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις, δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις· Νόννα δ' ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη. 8.32 Τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὥς σε ποθοῦσα, οἴχομαι εἰς ζωήν, Γρηγόρι', οὐρανίην· καὶ γὰρ πόλλ' ἐμόγησας ἐμὸν κομέων πατέρος τε γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη. ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα δεξόμεθ' ἡμετέροις φάεσι προφρονέως. 8.33 Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, σῶμα δ' ἄρ' ἐκ νηοῦ Μάρτυσι παρθέμεθα. Μάρτυρες, ἀλλ' ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην, αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα. 8.34 Οὐ μόσχων θυσίην σκιοειδέα οὐδὲ χιμάρρων οὐδὲ πρωτοτόκων Νόνν' ἀνέθηκε Θεῷ· ταῦτα νόμος προτέροισιν, ὅτ' εἰκόνες· ἡ δ' ἄρ' ἑαυτὴν δῶκεν ὅλην· βιότῳ μάνθανε καὶ θανάτῳ. 8.35 Εὐχομένη βοόωσα παρ' ἁγνοτάτῃσι τραπέζαις Νόννα λύθη, φωνὴ δ' ἐδέθη καὶ χείλεα καλὰ γηραλέης. τί τὸ θαῦμα; Θεὸς θέλεν ὑμνήτειραν γλῶσσαν ἐπ' εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι· καὶ νῦν οὐρανόθεν μέγ' ἐπεύχεται ἡμερίοισιν. 8.36 Εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρὸς λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ. 8.37 Πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν σεισμῶν τε κρυερῶν καὶ ἄγρια κυμαίνοντος οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες· ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι καὶ σύ, τεκοῦσα, μάκαιρα, ἐν εὐχωλῇσι θανοῦσα. 8.38 Νόνναν, ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα, Γρηγορίου ἱερῆος ὁμόζυγα καὶ πραπίδεσσιν εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω. 8.39 Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι καὶ νηοῖο πέδον δάκρυσι δευόμενον σοί, Νόννα, ζαθέην τοίην βιότοιο τελευτὴν ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου. 8.40 Μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή, πάντ' ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλῃς, ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλ' ἄρα καὶ τὴν ὑστατίην νηῷ λεῖπες ἀειρομένη. 8.41 Οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα, φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι τόνδε βίον πάσης ἁγνότερον θυσίης. 8.42 Νόνν' ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην· τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ. 8.43 Τῆσδε πατὴρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης, μήτηρ δ' εὐχομένη πὰρ ποσὶ λῆξε βίου, Γρηγόριος Νόννα τε μεγακλέες. εὔχομ' ἄνακτι τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι. 8.44 «Πολλά, τράπεζα πίλη, Νόννης καὶ δάκρυ' ἐδέξω· δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην,» εἶπε, καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δ' ἄρα μοῦνον, παῖδ', ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον. 8.45 Ἔνθα ποτ' εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, μέσφ' ὅτε καὶ ψυχὴ ἕσπετ' ἀειρομένῳ, εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ, γράψατ' ἐπερχομένοις θαῦμα τόδ', εὐσεβέες. 8.46 Τίς θάνεν, ὡς θάνε Νόννα, παρ' εὐαγέεσσι τραπέζαις τῶν