1

 2

 3

 4

 5

 6

3

προσώποις τρόπον τινὰ καὶ οὐσίας. ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐδὲν τοιοῦτον συμβαίνει ποτέ· δεῖ γὰρ τὰ αὐτὰ πρόσωπα καὶ οὐχ ἕτερα καὶ ἕτερα λέγεσθαι ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχοντα μήτε προσ θήκην τινὰ δεχόμενα τὴν εἰς τετράδα μήτε μείωσιν τὴν εἰς δυάδα· (οὔτε γὰρ γεννᾶται ἢ ἐκπορεύεται ἐκ τοῦ πατρὸς ἢ ἐξ ἑνὸς τῶν προσώπων πρόσωπον ἕτερον, ὥστε καὶ τετράδα εἶναί ποτε τὴν τριάδα· οὔτε τελευτᾷ ποτε ἓν τῶν τριῶν τούτων προσώπων κἂν ὡσεὶ ῥοπῇ ὀφθαλμοῦ, ὥστε δυάδα τὴν τριάδα γενέσθαι κἂν τῇ ἐνθυμήσει·) προσθήκης δὲ καὶ μειώσεως τροπῆς τε καὶ ἀλλοιώσεως μηδεμιᾶς γινομένης τοῖς τρισὶ προσώποις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐδὲν τὸ παρακροῦον τὴν ἡμετέραν διάνοιαν πρὸς τοῖς τρισὶ προσώποις καὶ τρεῖς λέγειν θεούς. πάλιν τὰ τοῦ ἀνθρώπου 3,1.25 πρόσωπα πάντα οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ἀλλὰ τὰ μὲν ἐκ τούτου, τὰ δὲ ἐξ ἐκείνου ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια. ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτό, τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς γεν νᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. διὸ δὴ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρρηκότως, ἐπειδὴ καὶ συνυπάρχει αὐτοῖς. οὔτε γὰρ χρόνῳ διῄρηται ἀλλήλων τὰ πρόσωπα τῆς θεότητος οὔτε τόπῳ, οὐ βουλῇ, οὐκ ἐπιτηδεύματι, οὐκ ἐνεργείᾳ, οὐ πάθει, οὐδενὶ τῶν τοιούτων, οἷάπερ θεωρεῖται ἐπὶ τῶν ἀνθρώπων· ἢ μόνον, ὅτι ὁ πατὴρ πατήρ ἐστι καὶ οὐχ υἱὸς καὶ ὁ υἱὸς υἱός ἐστι καὶ οὐ πατήρ, ὁμοίως καὶ τὸ πνεῦμα τὸ ἅγιον οὔτε πατὴρ οὔτε υἱός. διόπερ οὐδεμία ἀνάγκη παρακρούει ἡμᾶς τρεῖς θεοὺς εἰπεῖν τὰ τρία πρόσωπα, ὥσπερ ἐφ' ἡμῶν πολλοὺς ἀνθρώπους φαμὲν τὰ πολλὰ πρόσωπα διὰ τὰς εἰρημένας αἰτίας. ὅτι δὲ διὰ τὰς εἰρημένας αἰτίας καὶ οὐ κατὰ λόγον ἀναγκαῖόν φαμεν τὰ πολλὰ πρόσωπα τοῦ ἀνθρώπου πολλοὺς ἀνθρώπους, ἐντεῦθεν γένοιτ' ἂν δῆλον· τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἓν καὶ πολλὰ οὐ δύναται εἶναι· ἔστι δὲ Πέτρος καὶ Παῦλος καὶ Βαρνάβας ὁμολογουμένως κατὰ τὸ ἄνθρωπος εἷς ἄν θρωπος· κατὰ τὸ αὐτὸ ἄρα, τουτέστι κατὰ τὸ ἄνθρωπος, πολλοὶ οὐ δύνανται εἶναι. λέγονται δὲ πολλοὶ ἄνθρωποι καταχρηστικῶς δηλονότι καὶ οὐ κυρίως· τὸ δὲ καταχρηστι κῶς λεγόμενον διαφθείρειν οὐκ ἄξιον οὐδὲ ἱκανὸν παρὰ 3,1.26 τοῖς εὖ φρονοῦσι τὸ κυρίως τε ὂν καὶ λεγόμενον. οὐκ ἄρα λεκτέον ἐπὶ τῶν τριῶν προσώπων τῆς θείας οὐσίας τρεῖς θεούς, ἐπεὶ κατὰ τὸ θεὸς εἷς ἐστι θεὸς καὶ ὁ αὐτὸς διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἧς ἐστι τὸ θεὸς σημαντικὸν κατὰ τὸν εἰρημένον τρόπον.

Εἰ δὲ λέγοι τις, ὅτιπερ ἡ γραφὴ συναριθμεῖ τρεῖς ἄνδρας λέγουσα, κατὰ περιουσίαν ἐκ τῶν ἡμετέρων ἡμᾶς ἐλέγξαι πειρώμενος, οὐκ ὀρθὸς οὐδὲ ὅσιος πέφανται τῆς γραφῆς ἀκροατὴς ὁ τοιοῦτος· οὗτος γὰρ ἂν οὐδὲ ἐκίνει πρὸς ἡμᾶς λόγους περὶ τοῦ εἰ δεῖ λέγειν τρεῖς θεοὺς τὰ τῆς θείας οὐσίας τρία πρόσωπα συνορῶν μάλιστα, ὅτι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα διδοῦσα ἡ γραφὴ καὶ θεὸν λόγον, θεὸν μὴ λόγον (τουτέστι θεὸν πατέρα), θεὸν ἅγιον πνεῦμα θεὸν παραδιδοῦσα καθόλου παραιτεῖται τρεῖς θεοὺς εἰπεῖν, ἀσέ βειαν ἡγουμένη τὴν πολυθεΐαν καὶ ἕνα θεὸν διόλου κηρύτ τουσα μήτε τὰ πρόσωπα συμφύρουσα μήτε τὴν θεότητα διαιροῦσα, φυλάττουσα δὲ μᾶλλον ταυτότητα θεότητος ἐν ἰδιότητι ὑποστάσεων ἤγουν προσώπων τριῶν. εἰ τοίνυν ὀρθὸς ἦν ὁ τοιοῦτος καὶ τοῦ δικαίου λόγον ἐποιεῖτο, ταῦτα κατανοῶν ἐκ τῆς γραφῆς τὰ ἴδια κυροῦν οὐκ ἔσπευδεν, ἐπυνθάνετο δὲ μᾶλλον τὴν αἰτίαν μαθεῖν αἰτούμενος, δι' ἣν τρεῖς ἄνδρας λέγει ἡ γραφὴ καίπερ ἕνα ἄνθρωπον τὴν σύμπασαν φύσιν γινώσκουσα κατὰ τὸ Ἄνθρωπος ὡσεὶ 3,1.27 χόρτος αἱ ἡμέραι αὐτοῦ ἑνικῶς τὸ κοινὸν τῆς φύσεως ἐκφω νήσασα· τὸ προσὸν γὰρ τῷ κοινῷ τῆς φύσεως ἀποφαινομένη καθ' ἑνὸς αὐτὸ εἶπε διὰ τὸ ἔνα γινώσκειν ἄνθρωπον τὸν σύμπαντα ἄνθρωπον καὶ οὐ πολλούς· ἤκουε γὰρ φιλομαθῶς ἐρωτῶν, ὅτι καὶ ἡ γραφὴ ὡς τροφὸς ἀγαθὴ ἴδια βρέφη γινώσκουσα τοὺς ἀνθρώπους ἔστιν ὅτε συμψελλίζει αὐτοῖς ὡσαύτως χρωμένη τισὶ τῶν ὀνομάτων οὐ παρατιτρώσκουσα τὸ