1

 2

 3

 4

 5

 6

5

Πέτρου καὶ Παύλου φασὶ δεῖν <δύο> λέγειν ἀνθρώπους, ἡμεῖς δὲ οὐ κυρίως μέντοι καὶ κατὰ τὸν ἐπιστημονικὸν λόγον· οὐδὲ εἷς γὰρ νῦν ἡμῖν λόγος περὶ κοινῆς καὶ καταχρηστικῆς χρήσεως· αὕτη γὰρ οὔτε πρὸς ἀναίρεσίν τινος οὔτε πρὸς σύ στασιν ἰσχύει. σαφηνιζέσθω τοιγαροῦν πρότερον ἡμῖν, τὸν ἄνθρωπον καὶ τὸν ἵππον ἢ τὸν ἵππον καὶ τὸν κύνα τίνος χάριν διαφέρειν λέγομεν καθὸ τοιάσδε οὐσίας. ἢ πρόδηλον ὅτι ἐπειδὴ διαφέρουσιν ἀλλήλων κατὰ τὰ χαρακτηρίζειν οὐσίας εἰωθότα, οἷον λογικῷ καὶ ἀλόγῳ, χρεμετιστικῷ, ὑλακτικῷ καὶ εἴ τινι τοιούτῳ. τῷ γὰρ λέγειν οὐσίαν τοιάνδε οὐδὲν ἕτερον λέγομεν ἢ ὕπαρξιν ζωῆς μετέχουσαν πρὸς ἀντιδιαστολὴν τῆς μὴ τοιαύτης, ὕπαρξιν λογικεύεσθαι πε φυκυῖαν πρὸς διάκρισιν ἀλογίᾳ διαφερούσης, ὕπαρξιν τὸ χρεμετιστικὸν ἔχουσαν χαρακτηριστικόν, καὶ εἴ τι τοιοῦτον. ἀντὶ γὰρ τοιούτων διαφορῶν καὶ ἰδίων προστίθεται τῇ οὐσίᾳ ἢ καὶ παντὶ γένει πρὸς διάκρισιν τῶν ὑπ' αὐτὸ εἰδῶν τὸ τοιάδε καὶ τοιόνδε οἶον τοιάδε οὐσία ἀντὶ τοῦ αἰσθητικὴ ἢ ἀναίσθητος, τοιόνδε ζῷον ἀντὶ τοῦ λογικὸν ἢ ἄλογον. καὶ πάλιν λέγομεν· διαφέρει Παῦλος Πέτρου, καθὸ τοιάδε ὑπόστασις ἑκάστῳ αὐτῶν, ἐπειδὴ διαφέρουσιν ἀλλήλων κατά τινα τῶν ὑπόστασιν καὶ οὐκ οὐσίαν συνιστᾶν πεφυκότων, οἷον φαλακρότητι, μακρότητι, πατρότητι, υἱότητι καὶ εἴ τινι 3,1.31 τοιούτῳ· πρόδηλον γάρ, ὡς οὐ ταὐτὸν εἶδος καὶ ἄτομον, τουτέστιν οὐσία καὶ ὑπόστασις· λέγων γάρ τις ἄτομον, τουτέστιν ὑπόστασιν, εὐθὺς τὴν διάνοιαν τοῦ ἀκροωμένου παραπέμπει πρὸς τὸ ζητῆσαι οὖλον, γλαυκόφθαλμον, υἱόν, πατέρα καὶ εἴ τι ὅμοιον· λέγων δὲ εἶδος, τουτέστιν οὐσίαν, πρὸς τὸ γνῶναι δηλονότι, ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ζῷον ἄλογον, θνητόν, χρεμετιστικὸν καὶ τὰ τοιαῦτα. εἰ δὲ μὴ ταὐτὸν οὐσία καὶ ἄτομον, ὅπερ ἐστὶν ὑπόστασις, οὐδὲ ταὐτὰ τὰ χαρακτηρίζοντα ταύτην τε κἀκείνην. εἰ δὲ καὶ ταῦτα οὐ ταὐτά, οὐδὲ τοῖς αὐτοῖς ὀνόμασι δυνατὸν συνάπτεσθαι· ἀλλὰ τὰ μὲν τοῖς κατ' οὐσίας ἢ οὐσιῶν κειμένοις, τὰ δὲ τοῖς κατὰ ἄτομον λεγομένοις. τρία τοίνυν ἐστὶν ὀνόματα, περὶ ὧν ἡ ζήτησις· οὐσία, ἄτομον, ἄνθρωπος. καὶ τῇ μὲν οὐσίᾳ συνάπτομεν τὸ τοιάδε πρὸς διάκρισιν, ὡς εἶπον, τῶν ὑπ' αὐτὴν εἰδῶν κατ' οὐσίαν ἀλλήλων διαφερόντων· τῇ δὲ ὑποστάσει πάλιν ὁμοίως τὸ τοιάδε συζεύγνυμεν πρὸς διαίρεσιν προσώπων τῶν ἀλλήλοις κοινωνούντων τούτου τοῦ ὀνόματος, τουτέστι τῆς ὑποστάσεως, καὶ διαφερόντων ἀλλήλων οὐ τοῖς οὐσίαν χαρακτηρίζουσιν, ἀλλὰ τοῖς λεγομένοις συμβεβηκόσιν. τίνι οὖν βούλονται τρόπῳ συνάψαι τῷ ἄνθρωπος ὀνόματι τὸ τοιόσδε; (ἐκ γὰρ τῶν κοινῶς ὁμολογουμένων τὰ ἀμφιβαλλόμενα δέχεται τὴν λύσιν.) ὡς τῇ οὐσίᾳ; ἔσται οὖν τὰ ὑπ' αὐτὸν οὐσιώδει διαφορᾷ διακεκριμένα ἀλλήλων; ὅπερ οὐκ ἔστιν· οὐδὲν γὰρ διαφέρει κατ' οὐσίαν Παῦλος Πέτρου, καθ' ὧν κατηγορεῖται τὸ ἄνθρωπος. ἀλλ' ὡς τῇ ὑποστάσει; προσώπου ἄρα δηλωτικὸν τὸ ἄν 3,1.32 θρωπος καὶ οὐκ οὐσίας, ὅπερ ἄτοπον λέγειν· τὸ κοινὸν γὰρ τῆς οὐσίας σημαίνει τὸ ἄνθρωπος καὶ οὐκ ἰδικὸν πρόσωπον, Παύλου, φέρε εἰπεῖν, ἢ Βαρνάβα. οὐκ ἄρα οὐδενὶ τρόπῳ τὸ τοιόσδε συνάπτεται τῷ ἄνθρωπος κατά γε τὸν ἐπιστημονικὸν λόγον. εἰ δὲ ἡ κοινὴ χρῆσις ἀπορεῖ τούτου καὶ κατακέχρηται τοῖς τῆς οὐσίας ὀνόμασι εἰς προσώπου δήλωσιν, οὐδὲν πρὸς τὸν ἀκριβῆ κανόνα τῆς λογικῆς ἐπιστήμης. ἀλλὰ τί κατατρέχω τῆς συνήθους καταχρήσεως ἀπορούσης εἰς τὰ τοιαῦτα λανθάνων, ὅτι καὶ οἱ ἐπιστημονικοὶ τῶν λόγων λόγοις προσφόροις φράσαι τὸ νοηθὲν πολλάκις οὐκ εὐποροῦντες ἑτέροις καὶ αὐτοὶ καταχρηστικοῖς χρῶνται ὀνόμασι πρὸς παράστασιν τοῦ λεγομένου; πλὴν ἐκεῖνο σαφὲς ἡμῖν ἔστω, ὅτιπερ, εἰ ἐλέγομεν ἐπὶ Πέτρου καὶ Παύλου ἄνθρωπος ἀνθρώπου, ᾗ ἄνθρωπος, οὐδὲν διαφέρει, ἀλλ' ᾗ τοιόσδε ἄνθρωπος, καὶ οὐσία οὐσίας, ᾗ οὐσία, οὐδὲν διαφέρει, ἀλλ' ᾗ τοιάδε οὐσία, λέγειν ἐπ' αὐτῶν ἠδυνάμεθα. εἰ δὲ τοῦτο λέγειν μὴ δυνατόν, ἐπεὶ μία καὶ ἡ αὐτὴ οὐσία Πέτρου καὶ Παύλου, οὐδὲ ἄρα οὐδὲ ἐκεῖνο, ἐπείπερ οὐσίας δηλωτικὸν τὸ ἄνθρωπος ὄνομα· εἰ δὲ τὸ τοιόσδε καὶ τοιόσδε οὐκ ἀκόλουθον συνάψαι τῷ ἄνθρωπος ὀνόματι, οὐδ' ἄρα