3
καὶ ὑπὲρ τοὺς τριάκοντα τῷ πλήθει τῶν καρπῶν πλατυνόμενον; 46.756 Ὁρᾶτε τὴν ἱερὰν ταύτην ἄρουραν· ἐντεῦθεν τῶν μαρ τύρων τὰ δράγματα. Εἰ ζητεῖς μαθεῖν τίνα λέγω τὴν ἄρουραν, μὴ πόῤῥω τοῦ παρόντος περισκοπήσῃς. Τίς ὁ τόπος ὁ περιέχων τὸν σύλλογον; Τί σοι λέγει ἡ ἐνιαύσιος τοῦ κύκλου περίοδος; Ποῖά σοι διηγήματα ἡ τῆς ἡμέρας ταύτης ὑπόμνησις ἥκει κομίζουσα; Ἄρ' οὐ λαλιαί τινές εἰσι, καθώς φησιν ὁ Προφήτης, καὶ λόγοι, ὧν οὐχὶ μόνον ἀκούονται αἱ φωναὶ, αὐτῶν παντὸς λόγου εὐτονώτερον διηγούμεναι τὰ θαύματα; Ἂν εἰς τὸν τόπον ἀπίδῃς, αὐτὸς εἶναί φησι τῶν μαρ τύρων τὸ στάδιον· ἂν τὴν ἡμέραν λογίσῃ, οἷόν τις κήρυξ μεγαλόφωνος ἀνακηρύττει τῶν μαρτύρων τὸν στέφανον. Ταῦτά μοι δοκῶ τῆς ἡμέρας ἐμβοώσης ἀκούειν· ὅτι ἄλλη μὲν τῇ δημιουργίᾳ τῶν φωστήρων σεμνύνεται, ἄλλη δὲ τῷ οὐρανῷ, καὶ ἑτέρα τῇ κατα σκευῇ τῆς γῆς ἐπαγάλλεται. Ἐμοὶ δὲ ἀρκεῖ πρὸς κόσμον τὰ τῶν μαρτύρων θαύματα· ἀρκεῖ τῷ κάλλει τῶν στεφάνων ἐγκαλλωπίζεσθαι· ἀρκεῖ τοῖς κατὰ τοῦ διαβόλου τροπαίοις ἐπισεμνύνεσθαι. Οἷα γέγονεν ἐν ἐμοὶ διηγήματα! Οἷα γέγονε δι' ἐμοῦ τοῖς ἀγγέλοις προσθήκη! Οἷον ἔδωκεν ἡ γῆ τῷ Θεῷ τὸν καρπόν! Οἵαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριος! Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦ θεν κλημάτων καταπεφύτευται, καθάπερ τις ἄμπε λος εὐθηνοῦσα, καὶ ἄλλας δι' ἑαυτῆς ἀμπέλους ἐργά ζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζε σθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. Ἀλλὰ τί πάθω πρὸς λαὸν τοσοῦτον, ἰσχνόφωνός τις ὢν ἐγὼ καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λό γον; Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσκηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πε ποίηνται, καὶ πανταχοῦ καταμερίζονται, καὶ μετ' ἀλλήλων ἐπιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς μερικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι' ἑνὸς μετὰ παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοικίζονται. Ἀλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ' αὐτοὺς διηγημάτων σιγήσαντα;
Τίς οὖν ἐστιν ἡ ἀρχή; Νεότης ἀγαθὴ καὶ περίβλεπτος, πίστις ἀρίστη, δι' ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθει τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύβῳ ταρασσομένην, καὶ τὸν λόγον τῷ ἤχῳ διακοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελά γει κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀκύμαντον τῆς σιωπῆς κατα φεύγειν λιμένα; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ Θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροά σεως, τὰ νῦν ἐλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρω θήσεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
46.757 {1ΛΟΓΟΣ Βʹ.}
1 Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς
Ἐκκλησίας ἐπιξενοῦνται αὐ τόκλητοι. Νόμος δέ τίς ἐστι συμποτικὸς, τὰς ἐγκυ κλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλή λοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὐτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρ τυσιν ἔρανον. Ἀλλ' ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγου, καλῶς ἔχει τοῖς παρ' αὐτῶν ἐκείνων λει ψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. Ἀρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γε νέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ᾖ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν τοῦ λόγου, ὅτε ὁ εὐκταῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυβος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν,