1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ Θεὸς ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός· ἀνάπαλιν δὲ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρὸς, ὅτι οὐκ ἔστι φῶς ἀληθινὸν, καὶ περὶ τοῦ Υἱοῦ, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, Ἐγώ εἰμι ἡ ἀλήθεια· οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας. ∆ιὰ τούτων τῶν μαρτυριῶν μάνθανε εὐσεβεῖν ἀδιαίρετον Τριάδα· Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν, εἶπεν ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Μωϋσῆς λέγει· Ὁ ὢν ἀπέσταλκέ με. Ὁ ὤν ἐστιν ὁ Πατὴρ, ὁ ὤν ἐστιν ὁ Υἱὸς, ὁ ὢν πρὸς τὸν ὄντα, ἀνάρχως καὶ ἀχρόνως γεγενημένος. Πάντα ἔχει ὁ Πατὴρ, ἀληθῶς ζωὴ, καὶ ἀθανασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεὸς, καὶ Κύριος· ἅπερ ἔχει καὶ ὁ Υἱός. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινόν· καὶ, Θεὸς ἦν ὁ Λόγος· καὶ Θωμᾶς φησιν ὁ ἀπόστολος· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καθὼς καὶ ὁ ψαλμῳδὸς λέγει· Ταῖς χερσί μου τὸν Θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην. Ἐψηλάφησεν ὁ Θωμᾶς τὸν Λόγον ἐν ἀπιστίᾳ, καὶ οὐκ ἠπατήθη Κύριον καὶ Θεὸν ὁμολογήσας αὐτὸν ἐν πίστει. Ναὶ, φησί· λέγω τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν, οὐκ ἄναρχον δὲ, ἀλλὰ κτιστόν· οὐκοῦν καὶ δοῦλον. Καὶ πῶς, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών; Εἰ οὖν δοῦλός ἐστι, πᾶν γὰρ κτίσμα δοῦλον, πῶς δοῦλος ὢν, μορφὴν δούλου ἔλαβε; πῶς δὲ ἑαυτὸν 48.1090 ἐκένωσεν, εἰ οὐκ ἦν Θεὸς τέλειος; Ὃ γὰρ οὐκ εἶχεν ἔλαβε, μείνας ὃ ἦν· οὐχ ὃ ἦν γέγονεν, ἀλλ' ἐν μορφῇ Θεοῦ ὑπάρχων, διὰ φιλανθρωπίαν ἀτρέπτως ἔλαβε μορφὴν δούλου. Εἰ δὲ οὐ θέλεις αὐτὸν ὁμολογεῖν ἄναρχον, οὐκοῦν ἦν καιρὸς ὅτε οὐκ ἦν Υἱός; Ναὶ, φησίν. Ἴδε οὖν, κατὰ τὸν σὸν λόγον λέγω· ἦν καιρὸς ὅτε οὐκ ἦν Πατήρ· ὁ γὰρ μὴ ἔχων υἱὸν, πατὴρ οὐ καλεῖται. Καὶ ὁ Πατὴρ ἀρχὴν ἔσχε τοῦ εἶναι πατήρ· ἐκ γὰρ τοῦ υἱοῦ πατὴρ γινώσκεται, Ἆρα οὖν καὶ ὁ Πατὴρ ἦν καιρὸς ὅτε καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρός. Φεῦ τῆς τοιαύτης βλασφημίας! δοκῶν γὰρ τὸν Πατέρα σέβειν τελείως, εἰς αὐτὸν ἀσεβεῖς. Εἰ οὖν ὁ Υἱὸς αὐτὸς ἐποίησε τοὺς χρόνους καὶ καιροὺς, πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, πῶς τολμᾷς λέγειν, ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Υἱός; Οὐκοῦν κατὰ τὸν σὸν λόγον, μείζων ὁ χρόνος τοῦ Θεοῦ Λόγου· τὸ γὰρ πρῶτον ἀνάγκῃ καὶ μεῖζον.

βʹ. Θέλεις δὲ γνῶναι ὅτι συναΐδιος τῷ Πατρὶ ὁ Υἱός; Λέγει Ἡσαΐας· Ἐγὼ Θεὸς

πρῶτος, καὶ ἐγὼ εἰς τὰμετὰ ταῦτα· πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Εἰ οὖν ὕστερον τοῦ Πατρὸς λέγεις τὸν Υἱὸν, πῶς λέγει ὁ Πατὴρ, ὅτι Μετ' ἐμὲ οὐκ ἔσται ἄλλος Θεός; εἰ δὲ εἰς τὸν Υἱὸν ἐκλάβῃς τοῦτο, πῶς λέγει· Πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεός; Βλέπε οὖν διὰ τούτων συναΐδιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἄκουε δὲ τὰς μαρτυρίας τὰς περὶ τοῦ Υἱοῦ, καὶ φεῦγε τοῦ δυσφημεῖν αὐτόν· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, καὶ πῦρ ἐπὶ Σόδομα. Κύριον καλεῖ τὸν Πατέρα, Κύριον τὸν Υἱὸν, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· ὥς φησιν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καὶ οὐκ εἶπεν· Ὁ Κύριος ὁ μικρότερος παρὰ Κυρίου τοῦ μεγάλου. Καὶ ὁ Μωϋσῆς φησι, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· ἄγγελος δὲ κτίσματι οὐ προσκυνεῖ. Καὶ ἵνα μάθῃς περὶ τοῦ Υἱοῦ τοῦτο λελέχθαι, ἄκουε Παύλου λέγοντος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ ∆αυῒδ δὲ ἐβόα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ οὐκ εἶπε, Κύριος τοῦ Κυρίου μου· ἀλλ' εἶπε, Κύριος τῷ Κυρίῳ μου· Ἰδοὺ, φησὶν Ἡσαΐας, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ναὶ, λέγω αὐτὸν Υἱὸν, ὑποτακτικὸν μέντοι καὶ μικρότερον τοῦ Πατρός.