3
γυναῖκες αὐτῶν, οἱ μὲν ὀπτῶσαι, αἱ δὲ καὶ ἄλλως δαπανῶσαι· πῶς λιμῷ παρεδόθησαν ἀνηκέστῳ, καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, ὡς πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀποκρύψαι τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ ταῦτα προλέγοντος, καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ ἀνακεκαλυμμένως· διὰ παραβολῶν μὲν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ θέλοντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν λέγῃ ἀπειλῶν, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ ἔσται συνοχὴ ἐπὶ τῆς γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου, καὶ Ἔσται θλίψις τοιαύτη, οἵα οὐ γέγονε πώποτε, οὐδὲ μὴ γένηται. Καὶ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε. Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾶτε, ὅσας ὑποφέρομεν ἁμαρτάνοντες; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾶτε καὶ νῦν τοὺς λιμῷ τηκομένους, τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους, τοὺς πενίᾳ διηνεκεῖ συζῶντας, τοὺς μυρία ἀνήκεστα καὶ θλιβερὰ πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ὑμῶν τὰ ψυχρὰ ῥήματα, πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεός· ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ 59.623 οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας.
γʹ. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσμίαν μετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας τιμωρεῖται ἐκεῖ; Ἵνα μὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον μὴ δόντες δίκην; ποῦ τοίνυν ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐμὸν γάρ ἐστιν ἔρεσθαί σε. Εἰ μὲν γὰρ μηδεὶς ὅλως ἐτιμωρεῖτο, εἶχον ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καίτοι χείρονα ἁμαρτάνοντες, πῶς ἂν ἔχοι τοῦτο λόγον μὴ τῶν αὐτῶν πλημμελημάτων τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξαιεν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πάντες ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ περὶ τούτων σοι ἀπολογουμένου. Ἐπειδὴ γὰρ ἀπέθανόν τινες πύργου κατενεχθέντος, ἔλεγε τοῖς ὑπὲρ τούτων διαποροῦσι· ∆οκεῖτε ὅτι οὗτοι μόνοι ἁμαρτωλοὶ παρὰ πάντας εἰσίν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε καὶ ὑμεῖς, πάντες ὡς αὐτοὶ ἀπολεῖσθε· παραινῶν ἡμῖν καὶ διδάσκων μὴ θαῤῥεῖν, ὅταν ἑτέρων δόντων δίκην, ἡμεῖς πολλὰ πλημμελήσαντες μὴ δῶμεν· ἂν γὰρ μὴ μεταμελώμεθα, δώσομεν πάντως. Καὶ πῶς, φησὶν, ἀθάνατα κολαζόμεθα, ἐνταῦθα βραχὺν χρόνον ἁμαρτόντες; Ὥσπερ δὴ καὶ ἐνταῦθά τις ἄνθρωπος ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἕνα φόνον ποιῶν, τῇ τῶν μετάλλων διηνεκεῖ καταδικάζεται ταλαιπωρίᾳ. Ἀλλ' ὁ Θεὸς οὐχ οὕτω, φησί. Πῶς οὖν τριάκοντα ὀκτὼ ἔτη ἐν τοιαύτῃ κολάσει τὸν παράλυτον κατεῖχεν; Ὅτι γὰρ διὰ ἁμαρτήματα αὐτὸν ἐκόλασεν, ἄκουσον τί φησιν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀλλ' ὅμως ἔλαβε λύσιν, φησίν. Ἀλλ' οὐ τὰ ἐκεῖ τοιαῦτα. Ὅτι γὰρ ἐκεῖνα οὐχ ἕξει λύσιν ποτὲ, ἄκουσον αὐτοῦ λέγοντος, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· καὶ, Πορεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Εἰ τοίνυν ἡ ζωὴ αἰώνιός ἐστι, καὶ ἡ κόλασις αἰώνιος. Οὐχ ὁρᾷς, πόσα ἠπείλησεν Ἰουδαίοις; Ἆρα οὖν ἐξέβη τὰ ἀπειληθέντα, ἢ λόγος ἦν τὰ εἰρημένα; Καὶ πάλιν, Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Ἆρα ἔμεινε; Τί δὲ, ὅτι καὶ εἶπεν, Ἔσται θλίψις, οἵα οὐ γέγονε πώποτε; Ἆρα οὖν οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήππου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ ἀκούων, ἅπερ ἔπαθον ἐπὶ τῶν πραγμάτων ἐκεῖνοι. Φησὶ γὰρ, ὅτι πᾶσαν ἐνίκησε