1

 2

 3

 4

 5

 6

3

σεραφὶμ ἀναπαυόμενον θεοπρεπῶς· ὅπου γὰρ δούλου μορφή, ἐκεῖ ὀνάριον τὸ βαστάζον· ὅπου δὲ θεοῦ μορφή, ἐκεῖ πατρικὸς κόλπος ὁ θάλπων. Ἤκουες ἀρτίως καὶ περὶ τούτου τοῦ εὐαγγελιστοῦ λέγοντος· Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό. Ὢ τῶν παραδόξων πραγμάτων. Μὴ γὰρ οὐκ ἴσχυεν ὁ δεσπότης Χριστός, ὁ οὐρανὸν θρόνον ἔχων, τὴν δὲ γῆν ὑποπόδιον, ὁ πάντα τὰ ὄντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι νεύματι παραγαγών, πλῆθος ἐξάσπρων ἡμιόνων παραστῆσαι, ἢ ἅρματα μαργαριτοειδῆ χρυσοκόλλητα, ἢ ἵππων ποικιλοστρώτων ἀγέλην, ἢ δορυφόρων ὡραιομόρφων ἥσυχον συνδρομήν, ἢ ἀρχόντων ἐπισήμων εὔρυθμον προοδοιπόρησιν, ἢ πᾶσαν τὴν λοιπὴν θεραπείαν ἣν ἡδέως οἱ τοῦ κόσμου φίλοι περισύρουσιν; Ἀλλ' οὐδὲν τούτων μετέρχεται. ∆ιὰ τί; Ἵνα μὴ ἐκκόψῃ τὴν οἰκονομίαν, ἵνα μὴ φαντασίᾳ ἐπιγραφῇ τὸ κατόρθωμα, ἵνα μὴ τῷ σχήματι, ἀλλὰ τῷ πράγματι προσδράμωσιν οἱ πιστεύοντες, ἵνα μὴ μέλλωσι λέγειν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες, ὅτιπερ τὸ βασιλικὸν ἀξίωμα τοῦ παραγενομένου ἢ ἡ τιμὴ ἢ ἡ δορυφορία ἢ ἡ φαντασία ἔπεισε τοὺς ἀκεραιοτέρους, οὐχὶ δὲ ἡ ἀλήθεια τῶν πραγμάτων. Ἵνα οὖν πᾶν στόμα φαῦλον φράξῃ καὶ πᾶς ὁ κόσμος ὑπόδικος γένηται τῷ θεῷ, τούτου ἕνεκεν ὁ δεσπότης Χριστὸς εὐτελεῖ ὀναρίῳ καθεσθεὶς καὶ δεκαδύο μόνους μαθητὰς ἐκλεξάμενος εὐτελεῖς, ἰδιώτας, πένητας, ἀφώνων ἰχθύων θηρευτάς, τὴν οἰκουμένην πᾶσαν δι' αὐτῶν ἠγκίστρευσεν, οὐχ ὁρμιὰν εἰς βυθὸν ῥίψας, ἀλλὰ λόγον εἰς κόσμον πέμψας. Ποῖον λόγον; Ὃν ἀκούσας Λάζαρος ἐξεπήδησε τοῦ μνημείου, οὐ φύσεως ἀκολουθίᾳ ἀλλὰ θεότητος ἐνεργείᾳ τὴν ἀκοὴν ἀνοίξας ὁ τεθνεώς. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἄκουε τὴν ἡμέραν, ὁ ποθῶν τὴν ἡμέραν κυρίου. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀρίθμει τὰς ἡμέρας, ἵνα ἀπολαύσῃς τῆς ἡμέρας. Ἐγγὺς ἡ παρουσία, ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὁ χειμὼν τῆς ἀγνωσίας παρῆλθεν , τὸ ἔαρ τῆς γνώσεως παρέκυψεν. Τὸν τῆς τεσσαρακοστῆς δρόμον ἀθλητικῶς διάνυσον καὶ τῆς ἑορτῆς τὸν στέφανον περίμενε. Καλὸν γὰρ ὑμᾶς ὑπομνῆσαι καὶ περὶ τούτου, ὅτιπερ ἡ τεσσαρακοστὴ σὺν εὐμενείᾳ θεοῦ πεπλήρωται, τοῦ δὲ κυριακοῦ πάθους ἡ ἑβδομὰς ἀπὸ τῆς σήμερον ἀνέῳκται· οὐχ ὅτε γὰρ ἐνήστευσεν ὁ δεσπότης Χριστός, τότε καὶ ἔπαθεν. Ἄκουε συνετῶς. Ἐνήστευσε γὰρ μετὰ τὸ βάπτισμα, ὅτε πυκτεύσας τῷ διαβόλῳ τοῦτον κατέρραξε καὶ τὴν νίκην τῷ Ἀδὰμ ἐχαρίσατο. Οὐ γὰρ δι' ἑαυτὸν ἔπαθεν ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλὰ διὰ τὸν κάτω κείμενον· οὔτε δι' ἑαυτὸν ἐνήστευσεν, ἀλλὰ διὰ τὸν τὴν παρακοὴν καταπιόντα· οὐδὲ δι' ἑαυτὸν ἐβαπτίσθη, ἀλλὰ διὰ τὸν ῥυπωθέντα τῇ ἁμαρτίᾳ. Ἐνήστευσεν οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βάπτισμα. Ἀλλ' ὅμως καὶ τοῦτο ἐν παρεκβάσει ζητήσωμεν, διὰ τί μὲν ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν, ὁ δὲ δεσπότης Χριστὸς μετὰ τὸ βάπτισμα ἐνήστευσεν. ∆ιὰ τί; Ὅτι ἡμεῖς μὲν ὠγκωμένοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι τὴν ψυχικὴν γαστέρα, ἀναγκαίως πρὸ τοῦ βαπτίσματος τὴν νηστείαν ὡς θεοδώρητον ἀντίδοτον δεχόμεθα, ἵνα καθάραντες ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος εἰς ὄρεξιν ἔλθωμεν τοῦ ἐπουρανίου ἄρτου. Ὁ δὲ δεσπότης Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος, οὐχ ἁμαρτίας ὀδυρόμενος. Εἰ γὰρ ἀρὰ καὶ ἁμαρτία ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ' ὅμως οὐκ αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο· ὁ δὲ ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης, ἀλλ' ὡς μεσίτης εὐθύνεται. Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέος ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας, καὶ τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπήλειψε καὶ οὐκ