τὰς ψήφους, τὴν θείαν δίκην φαντάζομαι καὶ πρὸς τὸ ἀδέκαστον δικαστήριον ἀναφέρομαι. ὅταν ἐν ἀρχαιρεσίαις σε δοκιμάσω, θαυμάζω τὴν σύνεσιν καὶ τὴν κατὰ λόγον κρίσιν καὶ τὸ ἀπαραλόγιστον τοῦ φρονήματος. ὅταν εὐεργετοῦντί σοι προσέξω τὸν νοῦν, τὸ Ἀτλαντικὸν ὁρῶ πέλαγος καὶ τοὺς ἐξ Ἐδὲμ ῥέοντας ποταμούς, τὴν ἀνεξάντλητον πηγὴν τοῦ θεοῦ. ὅταν βλέπω τοὺς Τιτᾶνας κολάζειν ἀναγκαζόμενον, τοὺς εἰς οὐρανὸν τὸ τόξον ἐντείνοντας, ἵνα σὲ τὸν τοῦ θεοῦ παῖδα, εἰρήσθω γάρ, ἐν σκοτομήνῃ κατατοξεύσωσιν. ὅταν ἴδω τεθηγμένην τὴν μάχαιραν, τὴν ῥομφαίαν ἐστιλβωμένην, ἀνημμένους τοὺς ἄνθρακας, ἀνεστομωμένας τὰς ἀκτῖνας τῆς πρηστηρίου φλογός· ὅταν ἴδω τὸν τύραννον ἐπὶ κεφαλὴν ὠθούμενον εἰς τὸ βάραθρον, πρὸς ξιφουλκίαν αἰρόμενον, κατὰ γῆς ἐρριμμένον καὶ τοῖς δημίοις ἀφεικότα τοὺς ὀφθαλμούς, εὐθύς σε μετατιθέμενον ὁρῶ καὶ σπενδόμενον τῷ φονεῖ καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέποντα τὴν τυραννικήν. Ὅταν ὁμιλοῦντος ἀκούσω, τῆς ∆ημοσθένους γλώττης αἰσθάνομαι, τῆς τοῦ Περικλέους, τῆς τοῦ Πολέμωνος, τῆς τοῦ Πλάτωνος, τῆς Λυσιακῆς εὐστομίας, τῆς Ἰσοκράτους σειρῆνος, τῆς Ἡροδότου γλυκύτητος, τῆς χρυσῆς γλώττης τοῦ ∆ίωνος· ἐμφράττω τὴν ἀκοήν, ἐπέχω τοὺς λογισμούς, ὥστε μὴ τῷ κατακλυσμῷ τῶν σῶν λόγων ἀπορρυῆναι. ὅταν χαριεντιζομένῳ ἐντύχω, βαβαὶ τῶν ἰΰγγων τῶν θελκτηρίων τῆς Πινδαρικῆς ᾠδῆς, τῆς Σαπφικῆς λύρας, τῆς Ὀρφικῆς πειθοῦς, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Ἀνακρέοντος γλώττης, τῆς ὀργανικῆς μούσης, ὅσης πληροῦμαι τῆς χάριτος, ὡς προσανάκειμαί σου τῷ μειδιάματι, ὡς ἱλαρώτατα διαχέομαι. ὅταν ἐνατενίσω φροντίζοντι καὶ συνεσπακότι μὲν τὰς ὀφρῦς, συννεύοντι δὲ πρὸς τὸν νοῦν, τὰς Ξενοκράτους εἰκόνας ἀνατυποῦμαι, τὰς Ἡρακλείτου, οἳ δὴ ἐγκείμενοί πως ἦσαν τοῦ ἤθους καὶ ἐμβριθῶς ἔχοντες. ὢ ποσάκις ἀπὸ τῆς σῆς γλώττης τοὺς ἐμοὺς λόγους ἐπήνθισα, ὅσας ἐκαρπωσάμην δυνάμεις, ὅσας συνέλεξα τέχνας, οἵας μεθόδους ἠκριβωσάμην. ἐῶ τἆλλα. Ὅταν ἴδω σου τὴν πρὸς τὸν μέγαν ἀρχιερέα αἰδῶ, ὃν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἔχρισας, καὶ τὸ τοῦ τελέσματος μῦρον ἐπέχεας ἄχρι πώγωνος καὶ ἐνδύματος, τὴν τοῦ ∆αυὶδ ἐνθυμοῦμαι περὶ τὸν Σαμουὴλ ὑποχώρησιν, ἐπεὶ μηδ' ὑμεῖς ἐκείνων ἐλάττονες. Εἶδόν σε καὶ ἐπὶ φίλων δακρύσαντα συμφοραῖς καὶ ἠρέμα στεναγμὸν ἀναπέμψαντα. τὸ γὰρ τῆς βασιλίδος οὐδ' ὑπερβολὴν τοῖς μετέπειτα καταλέλοιπε. καὶ ἢν ὑπόσχοιό μοι νῦν μόνον ἐγκαρτερῆσαι τῷ πάθει, τῷ περὶ ἐκείνης λόγῳ μικρὸν ἐμφιλοχωρήσωμεν. ἀλλ' ἰδοὺ καὶ πάλιν συγκέχυσαι καὶ τῷ τῆς λύπης νέφει τὴν ἡλιῶσαν ὄψιν ἠφάνικας. ἔκλινας γὰρ καὶ αὐτός, εἰ καὶ μὴ τοὺς οὐρανοὺς ὡς θεός, ἀλλὰ τοὺς ὑψηλοτάτους τῆς βασιλείας ὄρους, καὶ καταβέβηκας τοσοῦτον ὥστε καὶ ὑποκεῖσθαι τοῖς ἐκείνης καὶ νεύμασι καὶ βουλεύμασιν. ἀλλ' ὑπόκρισις ταῦτα καὶ πάντα φροῦδα ὁ ἐκείνης ἤλεγξε θάνατος. ἀλλ' ὢ τῆς ἀκενώτου τῶν δακρύων πηγῆς, ὢ τῆς ἀρρήτου τῶν ὀμμάτων δυνάμεως. ἔκαμον καὶ νεφέλαι στάζουσαι ὑετούς, ἔστησάν ποτε καὶ ποταμοὶ τὸ ῥεῖθρον ἀένναα ῥέοντες, καὶ λίθων στερρότητες σταγόσιν ὑδάτων ἐνέδοσαν. αὐτὸς δὲ βλύζεις πηγάζων τὸ δάκρυον, καὶ φύεις κειρόμενος καὶ αὐξάνεις δαπανώμενος καὶ ἀνθεῖς μαραινόμενος. ὁ δὲ τῆς λήθης χρόνος νενίκηται παρά σοι· τὴν γὰρ ἐκείνης μνήμην ἅπαξ τῇ σῇ ἐμφυτεύσας ψυχῇ ἀρδεύεις τοῖς δάκρυσι καὶ οἷόν τι φυτὸν ἐργάζῃ ἀείζωον. πάντα γάρ σε πρὸς ἐκείνην ἀνάγει βλεπόμενα, ὁ ναός, ὁ τύμβος, ἡ ἁλουργίας. ἂν τὴν εἰκόνα ταύτης θεάσῃ, τὴν ἐκείνης ἐν τῇ ψυχῇ ἐξεικονίζεις μορφήν· ἂν τὴν καλύπτραν, τὴν ἱερὰν ἀνατυποῖς κεφαλήν· ἂν τὴν ἐσθῆτα, τὴν συμμετρίαν τοῦ σώματος· ἂν τὸ τῆς ἀδικίας μαρτύριον τὴν νῆσον ἐνθυμηθῇς, ὅλοις ἱστίοις τῶν βασιλείων ἀπαίρεις. ποθῶν δὲ καὶ τὸ ἐκείνης-πῶς ἂν εἴποιμι, πῶς καρτερήσαιμι; - δεσμωτήριον εἰς βασιλείους σκηνὰς μετεποίησας, καὶ νῦν οἷά τις φρυκτὸς ἡ νῆσος