οὐκ ἐλάλει αὐτοῖς», οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν «εἰς τὴν οἰκίαν» διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκίᾳ λελαλημένα· τοῖς γὰρ «ἔξω» ἐν παραβολαῖς λαλεῖ καὶ οἷς «οὐ δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν». Φήσει τις οὖν· εἰ μή εἰσιν αὗται παραβολαί, τί εἰσιν; μήποτε οὖν τῇ λέξει τῆς γραφῆς ἀκολουθοῦντες φήσομεν ὅτι ὁμοιότητές εἰσι. ∆ιαφέρει δὲ ὁμοιότης παρα βολῆς· γέγραπται γὰρ ἐν τῷ Μάρκῳ· «Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;» Ἐκ τούτου γὰρ παρίσταται διαφορὰν εἶναι ὁμοιώσεως καὶ παραβολῆς. Ἔοικεν οὖν ἡ μὲν ὁμοίωσις εἶναι γενική, ἡ δὲ παραβολὴ εἰδική. Τάχα δὲ καὶ ἡ ὁμοίωσις γενικωτάτη οὖσα τῆς παραβολῆς ἔχει ἐν εἴδει, ὥσπερ τὴν παραβολήν, οὕτω καὶ ὁμώνυμον τῷ γενικῷ τὴν ὁμοίωσιν. Ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὀνομάτων θέσιν· οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν <περιεκτικήν>, ὥσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴδει λέγοντες ὁμωνύμως τῷ γενικῷ παραλαμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς τὴν ὁρμήν. 10.5 Καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδίᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ὁ ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὅσα ἔχει, ἵνα ἀγοράσῃ τὸν ἀγρὸν ἐκεῖνον. Ζητητέον δὲ καὶ τίνα ἐστὶν ἃ πωλεῖ. ∆οκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι ἡ γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς τῶν ῥητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν νοημάτων-πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ ἡ τῶν ῥητῶν τῆς ὅλης γραφῆς-, ὁ δὲ <ἐν> τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ ἀποκεκρυμμένα καὶ ὑποκείμενα τοῖς φανεροῖς νοήματα τῆς σοφίας «ἐν μυστηρίῳ» ἀποκεκρυμμένης καὶ τῷ Χριστῷ, «ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι». Ἄλλος δ' ἂν λέγοι «ἀγρὸν» μὲν εἶναι τὸν ἀληθῶς «πλήρη, ὃν εὐλό γησε κύριος», τὸν «Χριστὸν τοῦ θεοῦ», τὸν δ' ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφ θαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ «ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι». Τὰ οὐράνια τοίνυν πράγματα καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς γραφαῖς αἵτινές εἰσιν ἡ βασιλεία τῶν οὐρανῶν, ἢ αὐτός ἐστιν ὁ Χριστὸς ὁ βασιλεὺς τῶν αἰώνων ἡ βασιλεία τῶν οὐρανῶν, ὡμοιωμένη θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ. 10.6 Γενόμενος δὲ κατὰ τὸν τόπον ζητήσεις πότερον ἡ βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὅλῳ τούτῳ ὡμοίωται <τῷ ἀγρῷ καὶ τῷ> θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν οὐρανῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. Ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς - ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν Χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυ ρόν-, καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνον εἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς «σοφίας καὶ γνώσεως» ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι τὰς γραφάς, ἵνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβὼν ἀπὸ τῶν τοῦ θεοῦ «τὰ λόγια τοῦ θεοῦ», ἃ πρῶτον Ἰουδαῖοι «ἐπιστεύθησαν». Καὶ ἀγοράσαντος τοῦ μαθητευθέντος Χριστῷ τὸν ἀγρὸν ἀφαιρεῖται ἀπ' ἐκείνων «ἡ βασιλεία τοῦ θεοῦ» ἥτις ἐστὶ κατ' ἄλλην παραβολὴν ἀμπελών, καὶ δίδοται «ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδὲν τῶν πρότερον ὑπαρχόντων-κακία δὲ ὑπῆρχεν αὐτῷ-ἔτι ἔχειν παρ' ἑαυτῷ. Τὸ δὲ αὐτὸ ἐφαρμόσεις, κἂν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ «ἀφέντες πάντα» καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ' ἄλλον