Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν. Στίχ. ιαʹ. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρε γένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φί λοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι δια φόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ἤκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμ φορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ 17.65 καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὖν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνε βράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν. Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονο μία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλή σας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ. Στίχ. ιαʹ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυ μαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Συνετάξαντο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυ θήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψά μενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιή σαντο. Στίχ. ιβʹ. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. Στίχ. ιγʹ. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας. Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωΐθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωΐ. ∆ῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέ χρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέ γην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολο γεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνη θείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συνα παχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ. ΚΕΦ. Γʹ. Ἀλλ' ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφά λαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν, 17.68 ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήσαιτο οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυ τάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δί καιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομέ νους ἐπὶ τοῖς αὐτῶν παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατ' ἐντευκτήν σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί δι' ἐμὲ, ∆έσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψιν ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ