Enarrationes in Job

 Στ. θʹ. Ἀλλ' εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐ τῷ

 Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐ

 ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίου

 ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ

 ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύ

 Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρο νοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θʹ. Μάστιξ δὲ

 ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχ

 ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς

 τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμε

 ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ

 ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, κ

 Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρ

 νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας

 ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πο

ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι. Στίχ. κβʹ. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρ' αὐτοῖς αἰ σχύνης βροτῶν, καὶ τῆς παρ' αὐτοῖς ἐντροπῆς. Στίχ. κβʹ. Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσ ωπα ἀνθρώπων. ΚΕΦ. ΛΕʹ. Στίχ. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖ; Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. ʹ. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. ∆ιὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυ τοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπε καλύφθησαν αἱ ἁμαρτίαι. Στίχ. ζʹ. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; Ἀλλ' εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην; Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ; Στίχ. ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτε ρινὰς, αὐτὸς ὁ Θεός ἐστι. Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυ λακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὃ βλέπεις νῦν φῶς, δι' ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι πολλοὶ, πολ λὰ θηρία περιέρχεται. Στίχ. ιαʹ. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή τοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγε ταί σοι· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ 17.97 ἔστι σύνεσις. -Καὶ μετ' ὀλίγα· Ἐὰν ᾖς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. ∆ιὰ τοῦτο θαῤῥῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. ΚΕΦ. Μʹ. Στίχ. γʹ. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. ∆ίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὺ δέ μοι ἀπόκριναι. Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβα νεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι. Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζω σται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συν έσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ. Στίχ. γʹ. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. ∆ιὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειλη φότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὔπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωϋσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρί νατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν.